Ancient Greek
ΚΕΦ. ΛΘ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΛΘ.
Not analysed yet
Ὅπως ἀπὸ Μελίτης m εἰς Ῥώμην κατήντησεν ὁ Παῦλος. Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῆ νήσῳ Ἀλεξανδρινῷ, παρασήμῳ Διοσκούροις· καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεμείναμεν ἡμέρας τρεῖς· ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον, Τοῦ Αὐτοῦ. Διὰ Παῦλον ὅρα πάντα γινόμενα ταῦτα· ὥστε πιστεῦσαι τοὺς δεσμώτας, τοὺς στρατιώτας, τὸν ἑκατοντάρχην· εἰ γὰρ αὐτοὶ λίθινοι ἦσαν δι’ ὧν συμβουλεύσαντος ἤκουσαν, καὶ δἰ ὧν προειπόντος, καὶ δι’ ὧν θαυματουργήσαντος, καὶ μεγάλα ἃν ἐφαντάσθησαν περὶ αὐτοῦ. Τοῦ Χρυσοστόμου. Ἴσως τοῦτο γεγραμμένον ἦν ἐν αὐτῷ· οὕτως ἦσαν κατείδωλοι. ὅρα ἐνδιατρίβοντας καὶ πάλιν σπεύδοντας· λοιπὸν αἰδέσιμος ἦν ὁ Παῦλος, ὥστε συγχωρεῖσθαι καθ’ ἑαυτὸν μένειν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν. Καὶ μετ’ ὀλίγα —Ἤδῃ καὶ τῆς Σικελίας τὸ κήρυγμα ἥψατο· ὅρα πῶς διέδραμεν· ἐν Ποτιόλοις εὗρόν τινας, εἶτα ἀπήντησαν καὶ ἀλλοί· τοσαύτη ἦν ἡ προθυμία τῶν ἀδελφῶν· οὐκ ἐθορύβησεν αὐτοὺς τὸ ἐν δεσμοῖς εἶναι τὸν Παῦλον. Κυρίλλου. Ἔθος ἀεὶ πώς ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εἰς εὐώνυμα γραφὰς εἶναι τοιαύτας. ἐπειδὴ δὲ ἦν εἰκὸς εἰδωλολατρίας κρατούσης κατ’ ἐκεῖνο καιροῦ ἐν ᾧ γεγράφθαι τῇ νηὶ· τοὺς Διοσκόρους, ταύτῃ τοι νοεῖν ἀκόλουθον ἀλλόφυλον, τουτέστιν εἰδωλολάτριν n. καθώς που καὶ Ἡσαΐας φησὶ, “πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύ- “σουσιν.” Καὶ μετὰ μίαν ἡμέραν ἐπιγινομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. Ἀμμωνίου. τοσοῦτον ἦν διαδραμὸν τὸ τῆς πίστεως τῆς εἰς Χριστὸν κήρυγμα, ὅτι δὴ καὶ ἄχρι Ῥώμης ἦν φθάσαν καὶ ἐνεργῆσαν, καὶ πρὸ τῆς τοῦ Παύλου ἐπιδημίας· χαρὰ ἦν τῷ Παύλῳ μεγάλη τὸ ὁρᾶν πιστὸν, καὶ ὡς εἰς αὐτὸν φθανούσης τῆς εὐεργεσιας ηὐχαρίστει. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῶν, ἄχρις Ἀππίου Φόρου καὶ τριῶν Ταβερνῶν· Ἰσιδώρου. τόπους τινὰς σημαίνει πρὸ τῆς Ῥώμης· τὸν μὲν εἰκόνα τινὰ Ἀππίου ἔχοντα ὡς εἰκὸς, καὶ Φόρον ἐκείνου καλουμένην. καὶ μέχρι τοῦ νῦν αἱ τῶν βασιλέων εἰκόνες Φόροι προσαγορεύονται· τὰ δὲ τῶν Ταβερνῶν πανδοχείων τινῶν ἢ καπηλείων χρῆσιν αἰνίσσονται, τῇ Ῥωμαίων φωνῇ οὕτως ὀνομαζόμενα. Οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος. Τοῦ Χρυσοστόμου. Ὅρα δέ μοι αὐτὸν ἀνθρώπινόν τι παθόντα· θάρσος, φησὶν, ἔλαβεν ἰδὼν τοὺς ἀδελφούς· καίτοι τοσαῦτα σημεῖα ἐργασάμενος· ἀλλ’ ὅμως ἔλαβε καὶ ἀπὸ τῆς ὄψεως προσθήκην· καὶ ἀπὸ τούτου μανθάνομεν, ὅτι ἀνθρωπίνως καὶ παρεκαλεῖτο καὶ τοὐναντίον.