Ancient Greek · ~30 min
ΚΕΦ. Λς.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. Λς..1
Not analysed yet
Περὶ τῆς Φήλικος διαδοχῆς καὶ τῆς Φήστου προαγωγῆς, τῆς τε ἐπ’ αὐτοῦ ἀνακρίσεως Παύλου καὶ ἐφέσεως. Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. ἐνεφάνισαν δὲ αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύ- λου, καὶ παρεκάλουν αὐτὸν, αἰτούμενοι χάριν παρ’ αὐ- τοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλὴμ, ἐνέ- δρᾶν ποιοῦντες τοῦ ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον ἐν Και- σαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· Τοῦ Χρυσοστόμου. Οἰκονομικῶς δὲ ἀφίσταται τῶν Ἱεροσο- λύμων πρὸς τοιαῦτα θηρία ἔχων· καὶ ἀξιοῦσιν αὐτὸν ἀχθῆναι ἐκεῖ τὸν Παῦλον δικασόμενον· ἐνταῦθα λοιπὸν ὁ Θεὸς ᾠκονόμησεν, οὐκ ἐπιτρέπων τῳ ἄρχοντι· εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα καὶ θελῆσαι χαρίσασθαι· ἀλλ’ οὐκ ἀφίησιν ὁ Θεός· ἐπειδὴ δὲ κατῆλθον, λοιπὸν ἀναισχύντως καὶ μειζόνως ἐποιοῦντο τὴν κατη- κατηγορίαν. Οἱ οὖν ἐν ὑμῖν, φησὶ, δυνατοὶ συγκαταβάντες, εἴ τι ἐστὶν ἐν τῷ ἀνδρὶ τούτῳ ἄτοπον, κατηγορήτωσαν αὐτοῦ. 6διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ἐννέα ἣ δέκα, καταβὰς εἰς Καισάρειαν, τῆ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. παραγενο- μένου δὲ αὐτοῦ, περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, Τοῦ Χρυσοστόμου. Εὐθέως ἐκάθισεν ἐπὶ τοῦ βήματος, μετὰ τοσαύτης σπουδῆς οὕτως αὐτὸν ὤθουν, οὕτως αὐτὸν ἐπείγουσιν· ἕως μὲν οὐδέπω πεῖραν ἦν λαβὼν τῶν Ἰουδαίων καὶ τῆς τιμῆς παρ’ αὐτῶν, ὀρθῶς ἀπεκρίνατο· ἐπειδὴ δὲ ἐγένετο ἐν τοῖς Ἱεροσολύμοις δέκα ἡμέρας, καὶ οὗτος χαρίζεται αὐτοῖς. Πόλλα καὶ βαρέα αἰτιάματα φέροντες κατὰ τοῦ Παύ- λου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι· ἀπολογουμένου δὲ αὐτοῦ, ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. Ἀμμωνίου. Ιδοὺ μαρτυρία σαφὴς ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀπρόσ- κόπον ὁ Παῦλος ἐφύλαττε· μήτε εἰς τὸν νόμον ἣ εἰς ἄνθρωπον, ἢ εἰς τὸ ἱερὸν ἁμαρτήσας, ἀντὶ τοῦ οὐδὲ τὰ ἐκ λίθων οἰκοδομήματα τῶν Ἰουδαίων ἐνύβρισε ποτὲ ὁ Παῦλος, καίπερ εἰδὼς καὶ κηρύσ- σῶν, μὴ ἐν χειροποιήτοις τὸν ὕψιστον οἰκεῖν, ἀλλ’ οὔτε ἱερέα ἐτόλ- μησεν ὑβρίσαι ἐν εἰδήσει Ἰουδαῖον, καίτοιγε μὴ πειθαρχῶν ἔτι τοῖς Ἰουδαίων ἀρχιερεῦσιν. Ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ὑπ’ ἐμοῦ; Τοῦ Χρυσοστόμου. Διότι καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζεται, διωγμῷ ὁλοκλήρῳ καὶ πόλει· διὰ τοῦτο πάλιν αὐτὸν ἐφόβησαν, ἀνθρωπίνῳ χρησάμενος ὅπλῳ. Εἶπε δὲ ὁ Παῦλος, ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις· Ἀμμωνίου. “Καίσαρος ἑστώς εἰμι· οὗ με δεῖ κρίνεσθαι·” ἀντὶ τοῦ ἐν τῇ Ῥωμῇ θέλω ἀπελθεῖν παρὰ τῷ βασιλεῖ, κἀκεῖ δικάσασθαι ἐκκαλοῦμαί σε, φησίν. Εἰ μὲν οὖν ἀδικῶ, καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· Τοῦ Χρυσοστόμου. Δείκνυσιν ὅτι δικαίως ἐπεκαλέσατο Καίσαρα· εἰ γὰρ οὐδὲν μὲν εἶχον δεινὸν εἰπεῖν, ἐκεῖνος δὲ ἐμεμήνεσεν, εἰκότως ἐπ’ ἐκεῖνον ἔρχεται. Εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται τούτοις χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. Τοῦ Αὐτοῦ. Εἴποι ἄν τις τίνος ἕνεκεν ἀκούσας “ὅτι καὶ ἐν “Ῥώμῃ δεῖ σε μαρτυρῆσαι τὰ περὶ ἐμοῦ,” ὡς ἀπιστῶν ταῦτα ποιεῖ; μὴ γένοιτο, ἀλλὰ καὶ ὡς σφόδρα πιστεύων· ἐπεὶ πειράζοντος ἦν τὸ θαρρεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐπιβάλλειν κινδύνους, καὶ λέγειν· εἰδῶμεν, εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελεῖν με· ἀλλ’ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ’ ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ. Ἁνίεται μὲν τέως τοῦ κριτηρίου· ἀργεῖ δὲ ἡ κατ’ αὐτοῦ τοῖς Ἰουδαίοις μελετωμένη ἐπιβουλή. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύση. ἡμερῶν δὲ διαγενομένων, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν, ἀσπασόμενοι τὸν Φῆστον. Τοῦ Χρυσοστόμου. Ἀνακοινοῦται πάλιν τῷ καὶ ἑτέρους γενέσθαι πάλιν ἀκροατὰς, καὶ τὸν βασιλέα καὶ τὸν στρατηγὸν, καὶ τὴν Βερνίκην. Καὶ μετ’ ὀλίγα—Ὥρα πάλιν ἐκτεινομένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορμὴν τοῦ κηρύγματος γενομένην· ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπενεχθῆναι εἰς Ῥώμην, ὑπὸ μηδενὸς ἐπιβουλευόμενον· οὐ γὰρ ἦν ἰσον ἁπλῶς παραγενέσθαι καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ· τοῦτο γὰρ καὶ συνελθεῖν ἐποίησεν Ἰουδαίους ἐκεῖ. Τοῦ Χρυσοστόμου. Ἀγρίππας δὲ οὗτος ὁ καὶ Ἡρώδης, ἕτερος ἦν μετ’ ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου, ὡς εὶναι τέταρτος οὗτος. Ἀμμωνίου. Ἤ εἰς τάξιν βασιλέως κατῄει ἐν ταῖς ἐπαρχίαις ὁ Ἀγρίππας, καὶ διὰ τοῦτο καὶ βασιλεὺς ἐχρημάτιζεν· ἣ καὶ τάχα βασιλεὺς ἦν καὶ αὐτὸς τῶν ἀνατολικῶν μερῶν· τοῦ Νέρωνος τῶν δυτικῶν ἄρχοντος καὶ ὄντος ἐν Ῥωμῇ· τὸ γὰρ Καίσαρ ὄνομα Ῥωμαϊστὶ βασιλέα σημαίνει, ὡς κοινῷ ὀνόματι πάντας βασιλεῖς Ρωμαίων Καίσαρας μὲν καλεῖσθαι, καθὸ βασιλεῖς· οὐ μὴν καὶ ἰδικὰ αὐτῶν εἶναι ὀνόματα ταῦτα· τοῦτο δὲ εἶπον, ἵνα μήτις ἐκ τῆς ὁμωνυμίας τοῦ καθολικοῦ ὀνόματος νομίσῃ, ὅτι ἐπὶ τοῦ αὐτοῦ βασιλέως καὶ ὁ Κύριος ἡμῶν ἐτέχθη, καὶ ὁ Παῦλος ἔπαθεν· ἐτέχθη μὲν γὰρ ὁ Κύριος, καθὼς οἱ χρόνοι δηλοῦσιν, ἐπὶ Αὐγούστου Καίσαρος· ἀπέθανε δὲ μετὰ τριάκοντα δύο ἔτη ἐπὶ Τιβερίου Αὐγούστου· ὁ δὲ Παῦλος ἀπέθανεν ἐπὶ Νέρωνος μετὰ εἰκοστὸν δεύτερον ἔτος τοῦ θανάτου τοῦ Κυρίου. μᾶλλον δὲ καὶ ὁ Ἡρώδης ὡς ὁ Ἀγρίππας ἐν τάξει βασιλέως κατῆλθε· διὸ καὶ αὐτὸς ἐκαλεῖτο βασιλεύς. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ’ αὐτοῦ δίκην· πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαι τινὰ ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Ἀμμωνίου. Ὥστε οὖν ὁ Πίλατος χαρισάμενος τὸν σοῦν τοῖς Ἰουδαίοις, ἵνα αὐτὸν ἀνέλωσιν, δῆλος ἦν μιαιφονικῇ ψυχῇ τοῦτο ποιήσας, ὅπου γε οὐ μόνον τὸ τοῦ Θεοῦ ὑπερεῖδε κρίμα εἰς τοῦτο, ἀλλὰ καὶ τὸν τῶν Ῥωμαίων νόμον κατεπάτησε, καὶ τῶν θεσμῶν ὑπερεφρόνησε τοῦ βασιλέως· ἵνα αἷμα ἀθῷον παραδοὺς εἰς θάνατον ἀρέσῃ τοῖς φονευταῖς, κἂν παρανομίας ἤμελλε κρίνεσθαι παρὰ τοῦ Ῥωμαίων βασιλέως· παρ’ οὗ ἦν καὶ ἐκπεμφθεὶς ἄρξαι τῶν τῆς Ἱερουσαλὴμ ὅρων. Συνελθόντων οὖν ἐνθάδε αὐτῶν, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῆ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατήγοροι, οὐδεμίαν αἰτίαν ἔφερον, ὧν ὑπενόουν ἐγὼ, πονηράν· Τοῦ Χρυσοστόμου. “Οὐδεμίαν αἰτίαν ἔφερον κατ’ αὐτοῦ· καὶ μὴν ἔφερον, ἀλλ’ οὐκ ἤλεγξαν· ἡ μὲν γὰρ ἐπιβουλὴ καὶ τὸ τόλμημα τοῦτο ὑποπτεύειν ἐδήλου· ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον. Ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, Τοῦ Αὐτοῦ. Εἰκότος περί τινος λέγει· ἄνθρωπος ἐν ἀρχῇ ὢν καὶ τούτων οὐ φροντίζων. Ον ἔφασκεν ὁ Παῦλος ζῆν. Τοῦ Αὐτοῦ. Εἰκότως ὑπερέβαινεν ἀκοὰς δικαστοῦ ἡ περὶ τούτων ζήτησις. Ἀπορούμενος δὲ ἐγὼ εἰς τὴν περὶ τούτων ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα, κἀκεῖ κρίνεσθαι περὶ τούτων. τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα. Ἀμμωνίου. Σεβαστὸν καταχρηστικῶς τὸν βασιλέα καλεῖ, ὥσπερ καὶ Καίσαρα· ὃν καὶ παρακατιὼν καὶ Κύριον καλεῖ. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ὁ δέ, φησιν, αὔριον ἀκούση αὐτοῦ. Ὄρα τοὺς ἐχθροὺς συμπράττοντας ἄκοντας ὥστε μέγα γενέσθαι τὸ ἀκροατήριον· εἰς ἐπιθυμίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως, καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ μετὰ παρασκευῆς· καὶ ὅρα ἀπολογίαν· οὕτως γράφει φῆστος, καὶ ἐκπομπεύεται ἡ ὠμότης ἡ Ἰουδαική· ὅταν γὰρ ταῦτα ὁ ἄρχων λέγῃ, ἀνύποπτός ἐστιν, ὥστε καὶ παρ’ αὐτοῦ καταγνωσθῆναι τοὺς Ἰουδαίους· μετὰ γὰρ τὸ πάντας αὐτῷ καταπεφήνασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός· κατέγνω Φῆλιξ, κατέγνω φῆστος, καίτοι χαριζόμενος αὐτοῖς, κατέγνω Ἀγρίππας· τί λοιπόν; κατέγνωσαν ἑαυτῶν οἱ Φαρισαῖοι.