Ancient Greek
ΚΕΦ. ΛΕ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΛΕ..1
Not analysed yet
Τερτύλλου περὶ Παύλου κατηγορία, καὶ αὐτοῦ ἀπολογία ἐπὶ τοῦ ἡγεμόνος. Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τῷ ἡγεμόνι τὴν ἐπιστολὴν, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶ, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, διακούσομαί σου, ἔφη, ὅταν οἱ κατήγοροί σου παραγένωνται. Τοῦ Αὐτοῦ. Καθάπερ εἰ βασιλέα τινὰ δορυφόροι παρέπεμπον μετὰ τοσούτου πλήθους, καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὁρμήν· ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται· οὐκ ἃν μετὰ τοσαύτης ἀσφαλείας ἐξέπεμψεν, εἰ μὴ καὶ αὐτῆς ἔτυχεν, οὐδὲν αὐτοῦ κατεγνωκώς· καὶ ἐκείνων ᾔδει τὸ φονικόν. Εκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρώδου φυλάσσεσθαι. μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, Ἀμμωνίου. Σημειωτέον ὅτι ἐν Καισαρείᾳ ἐστὶ τὸ πραιτώριον Ἡρώδου· “ἐνεφάνισαν τῷ ἡγεμόνι·” λείπει πάλιν τῷ ῥητῷ πρὸς τὸ νόημα λέξις, ἵνα ᾖ οὕτως· οἵτινες ἐνεφάνισαν διδασκαλικὸν χάρτὴν κατὰ τοῦ Παύλου. Οἵτινες ἐνεφάνησαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς οὐδὲ οὕτως ἀπέστησαν, μυρίοις κωλύμασι κωλυόμενοι, ἀλλ’ ἔρχονται ὥστε καὶ ἐκεῖ καταισχυνθῆναι. Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος, λέγων· πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ διορθωμάτων πολλῶν γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντη τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. Τοῦ Αὐτοῦ. Ὅρα πῶς τοῖς ἐπαίνοις προκαταλαμβάνεται τὸν δικαστὴν ἐκ προοιμίων, καὶ ὡς νεωτεροποιὸν καὶ στασιαστὴν βούλεται παραδοῦναι τὸν Παῦλον· εἶτα πῶς πολλὰ ἔχων εἰπεῖν παρέτρεχεν. Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ συντόμως ἀκοῦσαι ἡμῶν τῇ σῆ ἐπιεικείᾳ. Τοῦ Αὐτοῦ. Ὅρα πῶς εἰς ἐπιθυμίαν ἐμβάλλει κολάσεως τὸν δικαστὴν, εἴγε ἔμελλεν τὸν τὴν οἰκουμένην ἀνατρέποντα καθέξειν. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, Τοῦ Αὐτοῦ. “Τοῖς κατὰ τὴν οἰκουμένην,” φησιν, “Ἰουδαίοις “στάσεις κινῶντα,” ὡς εὐεργέτην λοιπὸν καὶ κοινὸν σωτῆρα τοῦ ἔθνους ἔμελλον ἀνακηρύττειν. Πρωτοστάτην τὲ τῆς τὸν Ναζωραίων αἱρέσεως· Τοῦ Αὐτοῦ. Ἐδόκει τοῦτο ἐπονείδιστον εἶναι, τὸ τῶν Ναζωραίων· καὶ ἀπὸ τούτου πάλιν διέβαλλον αὐτόν· ἡ γὰρ Ναζαρὲτ εὐτελὴς ἢν. Ἀμμωνίου. Αἱρετικοὺς λέγει τοὺς Ναζωραίους ὁ Τέρτυλλος, ὡς εἶναι καὶ ταύτην ἐν Ἰουδαίοις αἵρεσιν· μᾶλλον δὲ ὁ Τέρτυλλος Ἕλλην ἦν· διὸ καὶ ἐρητόρευεν, ἤτοι ἐδικολόγει. Ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. Τοῦ Χρυσοστόμου. Ὄρα πῶς καὶ τὸν νόμον ὑβρίζουσιν, εἴγε τοῦτο νόμου ἦν, τὸ τύπτειν, τὸ ἀναίρειν, τὸ ἔνεδρα ποιεῖν. Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας δέκ’ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, κελεύσας τοὺς κατηγό- κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· παρ’ ᾧ δυνήσῃ αὐτὸς κρίνας περὶ πάντων τούτων ἐπιγνῶναι, ὧν ἡμεῖς κατη- γοροῦμεν αὐτοῦ· συνεπέθοντο δὲ καὶ οἱ Ἰουδαῖοι, φά- σκοντες ταύτα οὕτως ἔχειν. Τοῦ Αὐτοῦ. Εἶτα καὶ τοῦ Λυσίου κατηγορία· οὐ προσῆκον αὐτῷ, φησὶ, μετὰ πολλῆς βίας ἀπέσπασε. Καὶ μετ’ ὀλίγα— “Επείρασέ,” φησι, “βεβηλῶσαι τὸ ἱερὸν,” τὸ δὲ πῶς οὐ λέγει· καὶ τὸ μὲν ἐκείνου οὕτως ἐπῇρεν· ὁρ́α δὲ τὰ αὐτῶν πῶς ἐλαττοῖ· “ἐκρατήσαμέν,” φησι, “καὶ ἠθελήσαμεν κρῖναι κατὰ τὸν ἡμέτερον “νόμον·” δείκνυσιν ὅτι ἐπηρεάζονται εἰς δικαστήρια ξένα ἐρχόμενοι, καὶ ὅτι οὐκ ἂν ἐνώχλησαν αὐτῷ, εἰ μὴ ἐκεῖνος ἠνάγκασε, καὶ ὅτι οὐ προσῆκον αὐτῷ ἥρπασε τὸν ἄνδρα· καὶ γὰρ τὰ ἀδικήματα πρὸς ἡμᾶς, ἡνίκα τὸ δικαστήριον παρ’ ἡμῖν ἔδει γενέσθαι· ὅτι γὰρ τοῦτό ἐστιν ὁρ́α τὸ ἑξῆς μετὰ πολλῆς, φησι, βίας βία γὰρ τοῦτό ἐστι· “παρ’ οὗ δύνασαι,” φησὶ, “γνῶναι·” εἰ δὲ κατηγορῆ- σαι τολμᾷ, μέγας συγγνωμονικὸς ὁ ἀνήρ· οὐδὲν ἁπλῶς μετέρχε- τᾶι· εἶτα πάλιν ἵνα μὴ δόξη ψεύδεσθαι, αὐτὸν ἐφίστησιν ἑαυτοῦ κατήγορον τὸν Παῦλον· “παρ’ οὗ, φησι, “δύνασαι ἀνακρίνας “γνῶναι·” εἶτα καὶ μάρτυρες τῶν εἰρημένων κατήγοροι· αὐτοὶ μάρτυρες καὶ κατήγοροι. Ἀπεκρίθη δὲ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν δίκαιον τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὔθυμος τὰ ἐμαυτοῦ ἀπολογοῦμαι· δυναμένου σου ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσί μοι ἡμέ- ραι δεκαδύο, ἀφ’ ἧς ἀνέβην προσκυνήσων εἰς Ἱερου- σαλήμ· Τοῦ Χρυσοστόμου. Οὐκ ἔστι ταῦτα τὰ κολακείας ῥήματα ἀλλὰ μαρτυρίας, μαρτυρῆσαι τῷ δικαστῇ δικαιοσύνην· ἐκεῖνα δὲ μᾶλλον· “εἰρήνης” γὰρ, φησι, “τυγχάνοντες διὰ σοῦ·” τί οὖν στασιά- ζεσθε ἀδίκως· οὗτος δὲ τὸ δίκαιον ζητεῖ· ὅτι “ἐκ πολλῶν ἐτῶν, καὶ τι τοῦτο; ὅτι οὐκ ἃν εὐθέως ἐπιστὰς στάσιν ἐκίνησα· ἐπειδὴ ὁ κατήγορος οὐδὲν εἶχε δεῖξαι ἐν Ἱεροσολύμοις, ὅρα τί φησι· “τοῖς κατὰ τὴν οἰκουμένην πᾶσαν Ἰουδαίοις. διὰ τοῦτο ὁ Παῦλος ἐνταῦθα αὐτὸν ἕλκει· “προσκυνῆσαί,” φησιν, “ἀνέβην,” τοσοῦτον ἀπέχω τοῦ στάσεις κινεῖν· καὶ τούτῳ ἐνδιατρίβει τῷ λόγῳ, ὅπερ ἢν ἰσχυρὸν. Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν· οὔτε παραστῆσαι δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου. Τοῦ Χρυσοστόμου. Τί οὖν ἀνέβης; τί ἦλθες προσκυνῆσαι; ἐλεημοσύνας, φησι, ποιῆσαι· τοῦτο οὐκ ἦν στασιώδους· κἀκεῖνος μὲν πρωτοστάτην φησὶ, καθάπερ ἐπὶ μάχης καὶ συστάσεως· οὗτος δὲ ὅρα ἐπιεικῶς ἀποκρίνεται· “ἐκ πολλῶν ἐτῶν ὄντα κριτὴν “δίκαιόν,” φησι· οὐκ ἄρα ξένος ἐστὶν οὐδὲ ἀλλότριος, οὐδὲ νεωτεροποιός· εἴγε ἐκ πολλῶν ἐτῶν οἶδε τὸν δικαστήν· καὶ καλῶς ἐπήγαγε τὸ δίκαιον· ἵνα μὴ πρὸς τὸν ἀρχιερέα ἴδῃ, μηδὲ πρὸς τὸν δῆμον, μηδὲ πρὸς τὸν κατήγορον· ὅρα πῶς οὐ προήχθη εἰς ὕβριν, καίτοιγε ἀνάγκης οὔσης. Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ, Εξ Ἀνεπιγράφου. Μετὰ τὴν κλῆσιν τοῦ εἷναι Ἀπόστολος Χριστοῦ, λατρεύων τῷ πατρῴῳ Θεῷ λέγων, δείκνυσιν ἕνα ὄντα Θεὸν παλαιᾶς τε καὶ νέας. Ἀμμωνίου. Ὁδὸν λέγει τὴν πίστιν ἤτοι τὴν παράδοσιν· καὶ σημειωτέον ὅτι Ναζωραῖοι πιστεύουσι τῷ Θεῷ τῷ πατρῴῳ, καὶ τοῖς κατὰ τὸν νόμον, καὶ τοῖς προφήταις, καὶ εἰς ἀνάστασιν νεκρῶν· δείκνυσιν ὁ Παῦλος, ἐξ ὧν φησι, “τῷ πατρῴῳ Θεῷ λατρεύω,” ὅτι εἰς τὸν Ἰησοῦν πιστεύει· ἀλλ’ οὐκ ἄλλον σέβει Θεὸν, ἀλλὰ τὸν αὐτὸν ὄντα τῷ Πατρὶ τῷ ἐκ νόμου καὶ προφήτων κηρυχθέντι· καὶ ὅτι οἱ εἰς τὸν Χριστὸν πιστεύοντες, ὡς καὶ ὁ Παῦλος, δέχονται Μώσεως τὸν νόμον καὶ τοὺς προφήτας· καὶ βλέπε μὴ ἐκ τῆς τοῦ ῥητοῦ ἀκριβείας μόναις δεῖ ἐγκύπτειν ταύταις ταῖς βίβλοις, εἰ μή τι γε καταχρηστικῶς, ὡς πάσης οὔσης παλαιᾶς γραφῆς θεοπνεύστου καὶ ὠφελίμου, δέξοιτό τις καὶ τὴν Ἐσθὴρ καὶ Ἰουδὴθ, καὶ τὴν Τωβὶ βίβλον. Διδύμου. Ἐπειδὴ μετὰ τὸ γενέσθαι Ἀπόστολον Ἰησοῦ ὁ Παῦλος ἑαυτὸν λέγει πιστεύειν τῷ πατρῴῳ Θεῷ καὶ τῷ νόμῳ καὶ τοῖς προφήταις, φανεροῖ ὡς ὅτι ἕνα οἶδε Θεὸν παλαιᾶς καὶ καινῆς διαθήκης· διὸ καὶ συμφωνεῖ Φαρισαίοις καὶ αὐτοῖς ἐλπίζουσι πάντων ἀνθρώπων ἀνάστασιν, δικαίων καὶ ἀδίκων· καὶ ἐπειδὴ τινὲς αἱρετικοὶ ἀνάστασιν λέγουσιν οὐ σώματος ἀλλὰ ψυχῆς ἐκκαθαιρομένης, πευστέον τι ἐροῦσι περὶ τῶν ἀνισταμένων ἀδίκων· τῶν ὄντων κατ’ αὐτοὺς χοικῶν, τῶν μὴ πεφυκότων καθαίρεσθαι· ὁ γὰρ Παῦλος εἶπεν ὅτι ἄδικοι ἀνίστανται· οὔκουν σωμάτων ἐστὶν ἡ δηλουμένη ἀνάστασις; εἶτα λέγουσι περὶ τῆς μεσότητος, ἣν καὶ ψυχικὴν φύσιν καλοῦσιν, ὅτι αὕτη ἡ μεσότης ὧδε ἔχει μετάπτωσιν, ὅπερ καλεῖται ἔγερσις, ὡς σημαίνει τὸ εἰρημένον ὀπίσω· “καὶ “ἀναστάντες τινὲς τῶν γραμματέων διεμάχοντο λέγοντες, οὐδὲν “κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ·” καὶ πάλιν λέγουσι τοὺς ἐγειρομένους πρεσβυτέρους ἐπὶ τῷ διεστραμμένα λαλεῖν· πρὸς οὓς ἐροῦμεν, ὅτι συνᾴδοντα ἡμῖν λαλεῖτε· καὶ γὰρ καὶ ἡμεῖς οὕτω δοξάζομεν, ὅτι ἑκάστη ψυχὴ ἐν μεσότητι ἐστι, καὶ ὅπου θέλει ῥέπει, ἢ εἰς ἀρετὴν ἢ εἰς κακίαν· καὶ τοῦτο ἐπὶ πάσης ἀνθρώπων ψυχῆς λέγομεν, ὅπερ αὐτοὶ ἐπὶ μόνης λέγουσιν εἶναι τῆς μεσότητος· κἂν τοίνυν ἀνίστασθαι τοὺς ἀδίκους λέγωσι τῷ ἀφίστασθαι ἀπὸ κακίας, καὶ εἰς ἀρετὴν ῥέπειν, ματαία εὑρίσκεται ἡ ἐλπὶς ἡ περὶ τῆς τοιαύτης ἀναστάσεως, ἣν λέγουσιν οὗτοι· ἑκάστοτε τῆς τοιαύτης ἀναστάσεως γινομένης· καθ’ ἡμέραν γάρ εἰσιν οἱ μετανοοῦντες· ἀλλ’ οὔτε μάχεται ὑμῖν, λέγουσι, πᾶσαν μετάπτωσιν προαιρετικῇ ῥοπῇ γίνεσθαι, οὐ μὴν φύσεως γίνεσθαι μεταβολὴν, τὸ τοὺς πρεσβυτέρους εἰς ἑτέραν μετατραπῆναι βούλησιν. Πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, Τοῦ Χρυσοστόμου. Ἐχώριζον αὐτὸν ἐκεῖνοι· οὗτος συνεισάγει καὶ οἰκεῖοι ἑαυτὸν τῳ νόμῳ. Ἐλπίδα ἔχων εἰς Θεὸν, Τοῦ Αὐτοῦ. Οὐκ εἶπε πιστεύουσι πᾶσι τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις· οὗτος γὰρ πᾶσιν ἐπίστευσεν, οὐκ ἐκεῖνοι· πῶς δὲ πᾶσι μακροῦ ἃν εἴη λόγου· καὶ οὐδαμοῦ τοῦ Χριστοῦ μέμνηται ἐνταῦθα· τὸ πιστεύειν εἰπὼν, καὶ τὰ κατὰ τὸν Χριστὸν εἰσήγαγεν· ἀλλὰ τέως τῷ τῆς ἀναστάσεως ἐνδιατρίβει λόγῳ. Ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων· Σευήρου Ἀρχιεπισκόπου Ἐκ Τοῦ Κατὰ Τῆν Κωδικέλλων Ἀλεξανδρείασ. Μαρτυρεῖ ὁ Παῦλος, ὅτι πρὸς Ἰουδαίους οὐδαμῶς περὶ τοῦ κατὰ τὴν ἀνάστασιν τῶν σωμάτων διαφερόμεθα λόγου. Ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. Τοῦ Χρυσοστόμου. Ἡ τελεία αὕτη ἀρετὴ, ὅταν μηδὲ ἀνθρώποις διδῶμεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωμεν εἶναι ἀπρόσκοποι. Δἰ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς· Τοῦ Αὐτοῦ. Πῶς οὖν ἃν ἐτάραξα, ὃς ὥστε ἐλεημοσύνην ποιῆσαι, τοσαύτην ἦλθον ὁδόν. Ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, Τοῦ Χρυσοστόμου. Πανταχοῦ τὴν στάσιν ἀναιρεῖ. Τινές δὲ τῶν ἀπὸ τῆς Ἀσίας Ἰουδαίων, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρός με· ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, Τοῦ Αὐτοῦ. Τοῦτο γὰρ περιουσία δικαιωμάτων, μὴ φεύγειν τοὺς κατηγόρους, ἀλλ’ ἕτοιμον εἶναι πᾶσι διδόναι λόγον. Ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα ἐν αὐτοῖς ἑστὼς, ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήμερον κρίνομαι ὑφ’ ὑμῶν d. Τοῦ Αὐτοῦ. Καὶ γὰρ διὰ τοῦτο ἐξ ἀρχῆς διεπονοῦντο, ὅτι τὴν ἀνάστασιν ἐκήρυττον· τούτου γὰρ δειχθέντος, εὐκόλως καὶ τὰ τοῦ Χριστοῦ ἐπεισήγετο ὅτι ἀνέστη. Καὶ μετ’ ὀλίγα—Ἐν τῷ συνεδρίῳ, οὐχὶ κατ’ ἰδίαν, ἀλλ’ ἐξετάσεως γενομένης· ὅτι γὰρ ταῦτα ἀληθῆ λέγω, μαρτυροῦσιν οἱ περὶ τούτου ἐγκαλοῦντες. Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπὼν, ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ’ ὑμᾶς· Τοῦ Αὐτοῦ. Τουτέστιν ἐπιτηδὲς ὑπερέθετο, οὐ δεόμενος μαθεῖν, ἀλλὰ διακρούσασθαι τοὺς Ἰουδαίους· ἀφεῖναι οὐκ ἤθελε δι’ ἐκείνους· κολάσαι οὐκ ἦν δυνατὸν, ἀναίσχυντον γὰρ ἦν. Ἀμμωνίου. Σημειωτέον ὅτι ᾔδει ὁ Φῆλιξ τὴν πίστιν ἀκριβῶς, κατηχηθεὶς ἐκ τῆς παλαιᾶς τὰ περὶ Χριστοῦ, καὶ κατὰ ἀνθρωπαρέσκειαν e οὐκ ἀπέλυε τὸν Παῦλον, ὡς παρακατιὼν ὁ λόγος φησί· “θέλων δὲ χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ·” ἔτι γε μὴν καὶ χρήματα ἐλπίζων λαμβάνειν διὰ τοῦτο παρ’ αὐτοῦ· ᾔδει δὲ, ὡς ἔχων γυναῖκα Ἰουδαίαν, παρ’ ἧς συνεχῶς ἤκουε ταῦτα. Διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὐπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. Τοῦ Χρυσοστόμου. Καὶ οὗτος αὐτὸν ἀφῆκεν ἐγκλημάτων· ἀλλ’ ἐκείνοις χαριζόμενος ἔτι κατεῖχεν· ἔτι δὲ καὶ προσδοκῶν χρήματα λήψεσθαι, μετεκαλεῖτο τὸν Παῦλον. Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῆ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, Ἀμμωνίου. “Σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικί·” παρὰ τὸν νόμον αὐτῷ συνήφθη Ἰουδαῖα οὖσα Ἕλληνι· ἢ τάχα ἦν μὲν Ἰουδαῖα, γαμηθεῖσα δὲ αὐτῷ ἐγένετο Ἑλληνίς· διὸ καὶ ἐξέλεγεν αὐτῷ τὴν ἑαυτῆς πίστιν· ἣ οὖν Ἰουδαῖα ἦν καὶ ἔλεγεν, ἵνα καὶ μεταπείσῃ καὶ τὸν ἄνδρα· ἢ ὡς παραβᾶσα τὸν νόμον, καὶ εἰς τοῦτο παρέβη. Μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. Τοῦ Χρυσοστόμου. Σκόπει πῶς οὐ κρύπτει ἐνταῦθα τοῦ δικάστου τὴν γνώμην· καίτοι εἰ κατεγνώκει, οὐκ ἂν τοῦτο ἐποίησεν, οὐδ’ ἃν ἀκοῦσαι ἠθέλησε παρὰ καταδίκου καὶ πονηροῦ. Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόμενον, μηδὲν τούτων λέγοντα ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ “περὶ δικαιοσύνης,” φησὶ, “καὶ τοῦ μέλλοντος κρίματος” καὶ ἀναστάσεως· καὶ τοσαύτη ἡ ἰσχὺς τῶν ῥημάτων ἦν, ὥστε καὶ φοβῆσαι τὸν ἄρχοντα. Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ μέλλοντος κρίματος, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων, ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύση αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος διελέγετο αὐτῷ. Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς τῆς ἀληθείας ἔχεται τὰ γραφόμενα· μετεπέμπετο αὐτὸν συνεχῶς· οὐχὶ θαυμάζων αὐτὸν, οὐδὲ ἐπαινῶν τὰ λεγόμενα, οὐδὲ πιστεῦσαι βουλόμενος· ἀλλὰ τί; προσδοκῶν χρήματα δοθήσεσθαι, φησὶν, αὐτῷ. Τοῦ Αὐτοῦ. Ὅρα τὴν πώρωσιν· τοιαῦτα ἀκούων, χρήματα προσεδόκει λήψεσθαι παρ’ αὐτοῦ· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ διαλεχθεὶς, πρὸς γὰρ τῷ τέλει τῆς ἀρχῆς ἦν, κατέλιπεν αὐτὸν δεδεμένον, ἵνα χαρίσηται τοῖς Ἰουδαίοις· ὥστε οὐ χρημάτων ἐρᾷ μόνον, ἀλλὰ καὶ δόξης· πῶς χρήματα, ὦ μιαρὲ, παρὰ ἀνθρώπου τὸ ἐναντίον κηρύττοντος ἐπιζητεῖς; ὅτι δὲ οὐκ ἔλαβε, δῆλον ἐξ ὧν εἴασε δεδεμένον· λύσας ἂν εἴπερ ἔλαβεν.