Ancient Greek
ΚΕΦ. Δ.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos ΚΕΦ. Δ..1
Not analysed yet
Οτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον. Ὅθεν ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· μέλλων προτιθέναι τοῦ Μωϋσέως κατὰ σύγκρισιν, εἰς τὸν τῆς ἀρχιερωσύνης νόμον τὸν λόγον ἦγ’ ἄγεν, οὐ γὰρ μικρὰν περὶ Μωϋσέως δόξαν εἶχον ἅπαντες, καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. ἄρχεται μὲν οὖν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν, ἤρξατο ἀπὸ τῆς σαρκὸς τέως τὸ ἴσον τιθέναι, καὶ φησιν, "ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ “αὐτοῦ,” καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα μὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς. εἰ γὰρ καὶ πιστοὶ ἦσαν, ἀλλ’ ὅμως ἔτι πολὺ τὴν αἰδῶ, φησὶ, τῷ ποιήσαντι αὐτόν· τί ποιήσαντι; Ἀπόστολον καὶ ἀρχιερέα· οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων, “ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ, τουτέστι, ἐν τῶ λαὼ, ἐν τῶ ἱερῶ· ἐνταῦθα δὲ τὸ ἐν οἴκω αὐτοῦ φησιν, ὡς ἃν εἴποι τις περὶ τῶν ἐν τῇ οἰκίᾳ, καθάπερ τις ἐπίτροπος καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς τῷ λαῷ. ὅτι γὰρ οἶκον ἐνταῦθα τὸν λαὸν, φησὶν, ἐπήγαγεν, “οὗ ὁ οἰκός ἐσμεν ἠμεῖς.” τι ἐστι “πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν;” τουτέστιν εὐνοικὸν προϊσάμενον τῶν αὐτοῦ, οὐκ ἐῶντα φθείρεσθαι ἁπλῶς. Ἀπόστολον δὲ αὐτὸν καλεῖ διὰ τὸ ἀπεστάλθαι, “καὶ ἀρχιερέα τῆς ὁμολογίας “ἡμῶν,” τουτέστι τῆς πίστεως· καὶ αὐτὸς γὰρ λαὸν ἐγκεχείρισται, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἀλλὰ μείζονα καὶ ἐπὶ μείζοσιν. (Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησι· Μωϋσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ, καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδόν· ἀλλ’ ἦν ἰσχνό- φωνος καὶ βραδύγλωσσος· διὰ τοῦτο γνωστὸς ἦν τοτηνικάδε τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπὸ Δὰν καὶ ἕως Βιρσαβεὲ, καὶ ποταμοῦ καὶ θαλάσσης· ὅροι γὰρ οὗτοι τῆς Ἰουδαίων γῆς· μέγα τε ἦν καὶ γνωριμώτατον τὸ ὄνομα αὐτοῦ. καὶ τοῦτο ἰδὼν ὁ προφήτης Δαβὶδ, ψάλλει που καὶ φησι πρὸς αὐτὸν περὶ τῶν ἐξ Ἰσραὴλ, "ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες “ἔθνη καὶ κατεφύτευσας αὐτήν·” προσεπάγει δὲ τούτοις, ποταμῷ Εὐφράτῃ, καὶ μὴν καὶ θαλάσσῃ τῇ πρὸς νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίαν, “ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, “καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.” συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μώσεως ὁρᾶται κήρυγμα· προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα, καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς, τὰ πρόσκαιρα καὶ εὐμάραντα. γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ. καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· “δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ,” καὶ “ἔστιν ἀδύνατον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας.” Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς, βεβοήθηκε τοῖς πειραζομένοις. Κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιερεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησικάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὣν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ μονογενὴς αὐτοῦ Λόγος· ἵν ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν, καὶ τῶν ἰδίων οὐκ ἐξιστάμενος ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν, καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις, “ἐν ᾧτ’ πέπον- “θεν αὐτὸς πειρασθεὶς,” “τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,” κατὰ τὸ γεγραμμένον. νοείσθω δὴ οὖν ἐν τούτοις “τὸ πειρασθεὶς,” ἀντὶ τοῦ πεπονθὼς, ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα, πάντας ἡμᾶς ἠλευθέρου, καὶ θανάτου καὶ ἁμαρτίας καὶ πειρασμῶν· οὐκοῦν “βεβοήθηκε τοῖς πειραζομένοις,” εἷς ὑπὲρ πάντων ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, ἵν οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ιουδαίων, “καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς “τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν “ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι “ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, “εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ “μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε.” σοφὸν οὖν ἄρα τοῖς κεκλημένοις εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν εἰπεῖν. Ὅθεν, ἀδελφοὶ, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν· πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ. Ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι’ αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μώσεως ἐδίδου νόμος, ἀλλ’ ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς μακραίωνα βίον συνεκτείνεται, καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος, καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι, “καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν “καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·” καὶ πάλιν, “ὁ πρῶτος ἄνθρωπος “ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ· οἷος ὁ χοικὸς, τοιοῦτοι “καὶ οἱ χοικοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.” γεγόναμεν τοίνυν ἐπουράνιοι· μορφούμεθα γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν ἐν οὐρανοῖς τὸ πολίτευμα· “οὐ γὰρ τοῖς ἀρχαίοις ἐν “ἴσῳ προσεληλύθαμεν ἡμεῖς, ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ “ζόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων· “προσεληλύθαμεν δὲ μᾶλλον Σιῶν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος “Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν Ἀγγέλων, πανηγύρει καὶ “ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ "Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθή- “κἠς νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λα- “λοῦντι παρὰ τὸ βελ.” τὸ μὲν γὰρ αἷμα τοῦ Ἅβελ κατεκεκράτει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου· λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα, τὸ τίμιον αἷμα· μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον, καὶ ῥεραντίσμεθα δι’ αὐτοῦ πρὸς δικαίωσιν. Κατανοήσωμεν τοίνυν τὸν Ἀπόστολον καὶ καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν. Ἀρχιερέα δηλονότι καὶ Ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ πατρὸς, ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι’ αὑτὸν δεδιότας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι’ εὐσέβειαν καὶ ὑπακοὴν τινὸς πρὸς Θεόν. Συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων, “εἰς τοῦτο γὰρ καὶ ἐκλήθητε, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ “ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς “ἴχνεσιν αὐτοῦ.” καὶ αὐτὸς δέ φησιν ὁ Σωτῆρ’· “εἰ τις θέλει “ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν “αὑτοῦ, καὶ ἀκολουθείτω μοι.” τῷ γε μὴν ὠνομᾶσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ· θεοπρεπεστάτην γὰρ οὖσαν τὴν λέξιν κατίδοι τις ἄν· καὶ ἐπ’ αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ καὶ Πατρός. γέγραπται γοῦν ὅτι “Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος. ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν, ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, “πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.” καὶ μὴν ὁ Παῦλος “πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ “Υἱοῦ αὐτοῦ·” τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τὸ “πιστὸς,” ἣ τὸ ἀσφαλής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν, ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν ; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐνανθρωπότητι καθιγμένος, καὶ σταυρὸν καὶ θάνατον ἀνατλὰς, ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν. Θεοδώρητοσ. Πάλιν ἀρχιερέα καὶ Ἀπόστολον αὐτὸν ὡς ἄνθρωπον κέκληκεν· εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστι, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο ἂν ἦν, ὅτι δὲ καὶ Ἀπόστολον τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονε ἐν τῇ πρὸς Γαλάτας ἔδειξεν, “ἐξαπέστειλε γάρ’ φησὶν, “ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ “γυναικός.” ἔφη γοῦν “ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ “ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός “με· τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ “δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ “ἐσχάτῃ ἡμέρᾳ.” δεδέμεθα γὰρ ὡς Σωτήρι’ καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι’ Υἱοῦ, πᾶν ὅτι ἃν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς, ὅτι καὶ δύναμις αὐτοῦ ἐστι καὶ σοφία. διὰ τοῦτο καὶ αὐτὸς ἔφασκεν ο Ι ἰὸς, “ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ “δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, “μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατὴρ μὲ ἀπέστειλε·” ψάλλει δέ που καὶ ὁ Δαβίδ· “ἔντειλαι, ὁ Θεὴ, τῇ δυνάμει σου, δυνάμωσον ὁ “Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν.” Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλοπρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἣ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ φύσιν ἁρμοδιώτατος, καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μώσεως δοθέντα νόμον ἱερουργοῦν τῷ Θεῷ, ὡς ἐν τύπῳ καὶ σκιᾷ προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες, ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο, κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων, ἀλλ’ ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώτατος Παῦλος, “Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν “μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ “χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος “τράγων καὶ μόσχων· διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ “εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος.” τὴν σάρκα ἐκείνην λέγει μείζονα καὶ τελειοτέραν σκηνὴν, κἀς ὃ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· “οὓ γὰρ ἐκ μέτρου διδῶσιν ὁ Θεὸς τὸ Πνεῦμα,” τελειοτέρας δὲ ὡσείτε καὶ ἀλήπτου οὔσης καὶ μείζονος κατορθούσης, τουτέστι, φησὶν, “οὐ ταύτης τῆς κτίσεως·” ἰδοῦ πῶς μείζονος, οὐ γὰρ ἄνθρωπος αὐτὴν κατεσκεύασεν, οὐδὲ ταύτης τῆς κτίσεως ἐστιν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ, διὰ τῆς μείζονος σκηνῆς, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος καὶ εἰσερχομένην εἰς τὰ ἅγια τῶν ἁγίων, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ κἄ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια καταπέτασμα, καὶ ἡ σὰρξ κρύπτουσα τὴν θεότητα, καὶ σκηνὴν ὁμοίως ὡς ἔχουσα τὴν θεότητα. Ἐπράττετο μὲν γὰρ δι’ αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω πολλοῦ γε καὶ δεῖ. σέσωκε γὰρ τὴν ἐπουράνιον αἵματι τῷ ἰδίῳ, καὶ οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἱερεὺς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίωσιν τῆς ἐν τύπῳ λατρείας· “καὶ γὰρ ἦν ἀδύνατον αἷμα “ταύρων καὶ τράγων ἀφαιρεῖν ἅμαρτ’ ”ὅθεν καὶ δευτέρας διαθήκης ἐξετέθη τύπος, οὐκ ἐχούσης ἐφ’ ἑαυτῇ τῆς πρώτης τὸ ἄμεμπτον. εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσκομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ, γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν· καὶ τούτου μάρτυς γένοιτ’ ἃν ἡμῖν οὐ ψευδοέπης ὁ μακάριος Παῦλος· ἔφη γὰρ πάλιν περὶ αὐτοῦ, “διὸ εἰσορχόμενος εἰς τὸν κόσμον, λέγει, “θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· “ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον, ἰδοὺ “ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται ῥάπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ “Θεὸς, τὸ θέλημά σου.” τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν κόσμον εἰσερχόμενος ; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγεται ; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος; Κυρίλλου. Ἐκβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τυπικῶς δὲ μᾶλλον, ἀλλὰ φυσικῶς, ὅτε καὶ αὐτὸς μέρος πέφηνε τοῦ κόσμου, καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρός· ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀνάλλαγμα γένηται, τεθνεὼς σαρκὶ κατὰ τὰς γραφὰς· γέγονε γὰρ διὰ τοῦτο καινῆς διαθήκης μέσ’ ἴτης, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, εὖ μάλα πεποιημένος· προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς, καὶ ὡς ἤδη κεκαθαρμένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μάθημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ ὁμούσιον τριάδα ποιεῖσθαι προστετάγμεθα, πῶς οὐχ ἅπασιν ἐναργὲς, οὐχ ὡς ἑτέρῳ μᾶλλον αὐτὴν ἱερούργει καὶ προὔχοντι τε καὶ ὑπερκειμένῳ κατὰ τὴν φύσι,, ἑαυτῷ δὲ μᾶλλον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Θεὸς οὖν ἄρα καὶ ἐν σαρκὶ γεγονὼς νοοῖτ’ ἃν εἰκότως· δεδικαιώμεθα γὰρ ὁμολογοῦντες ὅτι καὶ γέγονε σὰρξ, καὶ μεμένηκε Λόγος, καὶ πεπάτηκεν ὑπὲρ ἡμῶν τοῦ θανάτου τὸ κράτος, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς ἐκ ζωῆς τοῦ Πατρός. Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν, καὶ Υἱὸς ἀληθῶς ὁ Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακάριος Παῦλος, “ὡς γέγονε μὲν Ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, “πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς “ἐν τῷ οἴκῳ αὐτοῦ· πλείονός γε μὴν δόξης αὐτὸς ἠξίωται παρὰ “Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας “αὐτόν.” καί μοι πάλιν ἐν τούτοις καταθαυμάζειν ἔπεισι τὸν μυσταγωγόν· ὑποτρέχει γὰρ εὐμηχάνως τὸν Ἰσραὴλ, οὐ μετρίως ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ, καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται· πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέ- σθαι Χριστὸν Ἀπόστολον καὶ ἀρχιερέα, καὶ πρός γε τούτῳ, πιστόν· καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μώσης· εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μώσεως ὄνομα, καὶ τοὺς ἐπαίνους τοὺς ἐπ’ αὐτῷ προκαταθεὶς, τῷ λόγῳ δέδειχεν εὐθὺς κατόπιν ὄντα τῆς δόξης Χριστοῦ· τετιμῆσθαι γὰρ ἔφη μειζόνως αὐτὸν, “καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.” Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων, καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων, καὶ αὐτοῦ δὲ δηλονότι Μώσεως, στεφανοῖ δὲ διὰ τῶν τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γὰρ ἔστιν ἀληθὲς, ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ’ οὐσίαν τῶ ποιητῆ, πῶς ἃν ἐνδοιάσειέ τις, ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν ; ἐπιτήρει δὲ ὅτι τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας γίας ἡμῶν, ἡμῶν, αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ αὐτὸς ἢν ὁ ἱεροφάντης Μωσῆς· ”πλείονός γε μὴν ἠξιῶ- “σθαι δόξης παρ’ ἐκεῖνον, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ “κατασκευάσας αὐτόν.” προσεπάγει δὲ τούτοις, Θεὸν ὄντα καταδεικνὺς τὸν Ἰησοῦν· “πᾶς δὲ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ “δὲ τὰ πάντα κατασκευάσας Θεός·” οὐκοῦν εἰ μὲν ἦν τις ἄνθρωπος εἷς τῶν καθ’ ἡμᾶς ὁ Χριστὸς, ἔδει κρίνεσθαι τὰ κατ’ αὐτὸν, ὡς ἀπὸ μόνου τοῦ χρόνου τῆς κατὰ σάρκα γενέσεως. Ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος μονογενὴς Υἱὸς, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρωπος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβεβηκὸς, προσέσται πάλιν αὐτῷ, καὶ εἰ γέγονε σὰρξ, τὸ πρὸ παντὸς εἶναι χρόνου, καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν, ὅτι τῶν ὅλων ἐστι γενεσιουργός· “εἷς γὰρ Θεὸς ὁ “Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ “τὰ πάντα,” καὶ πάλιν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ “αὐτὸς, αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·” πῶς οὖν αὐτὸς κατὰ τὴν χθὲς ἃν εἴη, καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; ὅτι τῆς τοῦ Θεοῦ Λόγου φύσεως τὸ πρεσβύτατον, ὡς ἔφην, ἀναπόβλητον αὐτῷ μεμένηκεν ἀναγκαίως, καὶ ἐν χρόνοις τῆς μετὰ σαρκὸς καὶ νεωτάτης οἰκονομίας. καὶ γοῦν ἐποιεῖτο μὲν λόγους ποτὲ περὶ τοῦ προπάτορος Ἀβραὰμ πρὸς τὸν Ἰσραὴλ, λέγων· “Ἀβραὰμ ὁ “πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “εἶδεν καὶ ἐχάρη.” οἱ δὲ κὰγ οὐδένα τρόπον τὸ ἐπ’ αὐτῷ συνιέντες μυστήριον, ἄνθρωπον δὲ καθ’ ἡμᾶς ἁπλῶς, καὶ πέρα τούτου μηδὲν ὑπονοοῦντες ὑπάρχειν αὐτὸν, ἀσυνέτως ἔφασκον, ““πεντή- “κοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” ὁ δὲ πρὸς αὐτούς· “Ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.” ἔστι τοίνυν αὐτοῦ τε τοῦ Ἀβραὰμ καὶ Μώσεως καὶ τῶν ὅλων τεχνίτης καὶ γενεσιουργός· ἀνάγκη δὲ πᾶσα τῶν ἰδίων ποιημά- τῶν προυφεστάναι λέγειν ’τον ποιήτην καὶ τῶν κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ἐκτισμένων προαναφαίνεσθαι τὸ ἀρχέτυπον κάλλος. οὐκοῦν ἀσυγκρίτως τὸ Μώσεως ὑπερβαλεῖται μέτρον, μᾶλλον δὲ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν, ἡ δόξα Χριστοῦ ὑπάρξει. καὶ καθ’ ἕτερον δὲ τρόπον πειρᾶται πληροφορεῖν ὁ θεσπέσιος Παῦλος ὅτι γέγονεν αὐτῷ σοφός τε καὶ ἀληθὴς ὁ περὶ τούτων λόγος· “ἦν μὲν γὰρ,” φησὶν, “ὁ Μώσης πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ “αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς “δὲ ὡς Υἰὸς ἐπὶ τὸν οἰκον αὐτοῦ, οὑ ὁ οίκος ἐσμὲν ἡμεῖς.” Ἄθρει δὴ οὖν, ὅπως τῷ μὲν μακαρίῳ Μωϋσῇ μέτρον ἀπονέμει τὸ οἰκετικὸν, τῷ γνησιότητος τρόπῳ κοσμούμενον· εἰναι γάρ φησιν ἐν τῷ οἴκῳ πιστὸν, “εἰς μαρτύριον τῶν λαληθησομένων,” τουτέστιν εἰς διακονίαν τῶν παρὰ Θεοῦ λόγω Χριστὸν δὲ οὐχ οὕτως. εἰ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ’ ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι. πεπαιδαγώγηκε μὲν γὰρ ὁ Μώσης διὰ τῆς τοῦ νόμου σκιᾶς τοὺς ἀρχαιοτέρους, καὶ τὰ τῆς οἰκετικῆς γνησιότητος ἐκομίζετο γέρα, Θεοῦ λέγοντος πρὸς αὐτόν· “σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ πολὺ δὲ λίαν ἐν ἀμείνοσιν ἐπὶ Χριστοῦ. κεκάθικε γὰρ ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, καὶ κατῴκησεν ὡς Υἱὸς καὶ Κύριος ἐν τῷ οἴκῳ τοῦ Πατρὸς αὐτοῦ. ἐναυλίζεται γὰρ ἡμῶν ὡς Θεὸς διὰ τοῦ ἰδίου Πνεύματος, καί τοι τοῦ πανσόφου Μώσεως ἐν οὐδενὶ κατοικήσαντος, οὐ γὰρ μέτοχοι γεγόναμεν Μώσεως, ἀλλ’ οὐδὲ ἑτέρου τινὸς τῶν ἁγίων· μετεσχήκαμεν δὲ τοῦ Χριστοῦ, διά τε τοῦ Πνεύματος καὶ τῆς εὐλογίας τῆς μυστικῆς. καί τοι γὰρ Θεοῦ λέγοντος δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός ἐνεστηκότος ἤδη καιροῦ καθ’ ὃν ἔδει τοῦτο πληροῦν, κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστὸς κατὰ τὴν ἀρχαίαν ὑπόσχεσιν, ἵν ἡμᾶς ἀποφήνῃ ναοὺς Θεοῦ ζῶντος, τουτέστιν αὐτοῦ, καὶ συνάψῃ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί· καὶ γοῦν ἔφη τοῖς ἁγίοις Ἀποστόλοις, “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ “Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν·” “ὁ γὰρ κολλώ- “μένος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι,” κατὰ τὸ γεγραμμένον. παρατιθέμενος δὲ καὶ ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ, πάλι, οὕτω φησίν· “οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πι “στευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, “καθὼς σὺ Πατὴρ ἐν ἐμοἱ, κάγὼ έν σοί· ίνα καὶ αὐτοὶ ἐν “ἡμῖν ἓν ὠσιν· ἴνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας, “κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, “καθὼς καὶ ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι “τετελειωμένοι εἰς ἕν.” Οὐκοῦν ἐν Χριστῷ τὸ τῆς ἑνώσεως ἀγαθὸν τῆς πρὸς Θεὸν καὶ Πατέρα κεκερδήκαμεν, καὶ μένει πάντως ἐν ἡμῖν, τὸ οὕτω λαμπρὸν καὶ περιφανὲς ἀγλάισμα τετηρηκόσι τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, καὶ πρός γε τούτοις πιστεύουσιν, οὐχ ὅτι παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς ἕτερός ἐστιν ἰδικῶς τε καὶ ἀνὰ μέρος Υἱὸς, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγενημένος ναός· ἀλλ’ ὅτι “γέ- “γονε” μὲν κατὰ τὰς γραφὰς “σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν οὐ πέπαυται δὲ τοῦ εἶναι Θεὸς, ἀλλ’ ἔστιν Υἱὸς εἰς, καὶ Κύριος εἱς, Ἰησοῦς ὁ Χριστός. Τοῦ μακαρίου Ἀθανασίου. Ποιητὴς γὰρ ὣν καὶ δημιουργὸς, ὕστερον γεγένηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν και ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. πότε γὰρ πεποίηται, ἣ πότε Ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· ταύτην γὰρ προσενέγκας τὴν σάρκα δι’ ἑαυτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, ὅτι οὐ πίστεως μετέχων, οὐδ’ ἔστιν 1 ἀπιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἃν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμενοαι οὐκ εἶχον τὸ πιστὸν, καθ’ ἡμέραν παρεχόμεναι, καὶ δεόμεναι πάλιν καθαρμοῦ· ἡ δὲ τοῦ Σωτῆρος θυσία, ἅπαξ γενομένη, τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε, μένουσα διὰ παντός· καὶ ἡ μὲν κατὰ νόμον ἱερατεία, καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ κύριος καὶ ἀπαράβατον καὶ ἀδιάδοχον ἔχων τὴν ἀρχιερωσύνην, πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γινόμενος, εἰς τὸ ὑπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους· καὶ ὁ μὲν Μώσης θεράπων, ὁ δὲ Χριστὸς Υἱός· καὶ ὁ μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον, ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. ὁ μὲν γὰρ Μώσης ἄνθρωπος ὣν φύσει, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὐπ’ αὐτοῦ. Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῆ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πάτερες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαρά- κοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνη, καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Σοφωτάτην ἐν τούτοις ποιεῖται τὴν ἐπίπληξιν τοῖς Ἐβραίων δήμοις, εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν τοῖς πατράσι συμεβηκότων κατὰ τὴν ἔρημον. ἐκλετυτρωμένίι γὰρ τῆς Αἰγυπτίων πλεο- νεξίας, ὀψὲ καὶ μόλις τὸν τῆς ἀσυνήθους δουλείας ἀπολυσάμενοι ζυγὸν, κέκληνται πρὸς γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην· εἶτα πλείστων τε ὅσων αὐτοῖς καὶ μὴν καὶ ἀξιαγάστων ἐπιδειχθέντων σημείων, παροτρύνοντες οὐ διαλελοίπασιν ὃν διὰ πάσης ἐπεικείας, καὶ τῆς εἰς ἅπαν ὁτιοῦν εὐπειθείας θεραπεύειν ἐχρῆν. ἐπειδὴ ἧκον πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς ἀεὶ προσδοκηθείσης αὐτοῖς χώρας τε καὶ γῆς, προσκεκρούκασιν ἀπιστήσαντες· μὴ γὰρ μὴ δύνασθαι διασώσειν αὐτοὺς τὸν τῶν δυνάμεων Κύριον παραφρονοῦντες ἔφασκον, ἀπολεῖσθαι δὲ καὶ οὐκ εἰς μακρὰν διὰ χειρὸς τῶν κατοικούντων ἐν αὐτὴ, καὶ δὴ καθίσαντες ἔκλαιον, καὶ ύπονοστῆσαι πάλιν εἰς τὴν τῶν πλεονεκτησάντων ἐβουλεύοντο γῆν. τί οὖν πρὸς ταῦτα Θεός ; “προσώχθισα τῇ γενεᾷ ταύτῃ, ’φησὶ, “καὶ ε7πον, ἀεὶ πλανῶνται τῆ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς “ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν “κατάπαυσίν μου.” εὐθέως οὖν ὁ Παῦλος παρενεγκὼν εἰς δεαμα τὰ τοῖς ἀρχαίοις συμβεβηκότα διά γε τὸ ἀπιστεῖν ἑλέσθαι Θεῷ, “Bλέπετε,” φησὶν, “ἀδελφοί· μή ποτε ἔσται ἔν τινι “ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ “ζῶντος.” ἡ μὲν οὖν ἀπιστία δίκης τε ὁμοῦ καὶ ὀλέθρου προμνή- στρια γένοιτ’ ἄν· καὶ μάλα εἰκότως τοῖς ἀγαπῶσιν αὐτήν· τὸ δὲ δὴ προσήκασθαι μὲν τὴν πίστιν τὴν εἰς Χριστὸν, μὴ μὴν ἔτι καὶ ὑγιῶς τοῦτο δρᾷν, φαίην ἂν ἔγωγε, τοῖς τῆς ἀπιστίας αἰτιώμασιν, ἀδελφὴν ὥσπερ τινὰ τὴν φαυλότητα νοσεῖν. (Εὐσεβίου.) Εὐσέβιός φησιν, ἅπαξ ποτὲ, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον αὐτὸ πράξητε, ἐὰν αὖθις,, αὐτοῦ τῆς φωνῆς ἀκούσητε ἐν ἀνθρώποις γενομένου. τὸ δὲ “σήμερον” εἰς πάντα τὸν ἐνεστηκότα αἰῶνα ἀναφέρει· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ σήμερον. “διὸ προσώχθισα τῇ γενεᾷ “ἐκείνῃ,” τούτου, φησὶν, ἕνεκα, τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών. Καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Οἱ δὲ οὐδὲ ταῖς ἀπειλαῖς προσέχειν ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἐβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπέλαυσαν γῆς. τὴν γὰρ γῆν ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσε, κατὰ δὲ τοὺς ἅλλους ἑρμηνευτὰς ἀνάπαυσιν. ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ τὰς μεταβάσεις ὡς ὁδοιποροῦντες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης ἐν ἡ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν· ὁδοὺς δὲ Θεοῦ, τὰς οἰκονομίας ἐκάλεσε. τὰ αὐτὰ δὲ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰσέτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνοιμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ ἡμᾶς ὀργὴ Θεοῦ, καὶ ἀποπεσούμεθα τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως, ἥτις γενήσεται μέτα τὴν ἔξοδον τοῦ παρόντος βίου· τότε γὰρ τὸ ἀληθινὸν σάββατον ἡμᾶς διαδέξεται, ἐν ᾧ ἀληθινῷ σαββάτῳ αὐτὸς ὁ Θεοῦ Λόγος ἀναπαύσεται ἐν ἡμῖν, τοῖς διὰ πράξεων ἀγαθῶν τὴν ἀρετὴν κατορθώσασιν. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης εἰς τὸ ”“λέγει τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε,” λέγει, περὶ ἐλπίδος ἢν αὐτῷ ὁ λόγος, ὅτι χρὴ ἐλπίἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται πάντως τοῖς ἐνταῦθα πονήσασι μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις· τοῦτο οὖν ἀπὸ τοῦ προφήτου δείκνυσιν, “ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς “τὴν κατάπαυσίν μου.” τρεῖς φησὶ καταπαύσεις εἶναι, μίαν τὴν τοῦ σου, ἐν ῃτ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, δευτέρα, τὴν τῆς Παλαιστ ίνης, εἰς ἣν εἰσελθόντες οἱ Ἰουδαῖοι ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην τὴν ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀνεπαύοντο ὄντως τῶν πόνων καὶ τῶν μόχθων. τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται· καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος, τῶν τριῶν ἐμνημόνευσεν ; ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτῆς λέγοντα· περὶ μὲν γὰρ τῆς πρώτης οὐκ εἶπε, φησὶ, πῶς πάλαι γεγενημένης, ἀλλ’ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· οὐ γὰρ εἰσελεύσονται, φησὶν, εἰς τὴν κατάπαυσίν μου· εἰς δὲ τὴν Παλαιστίνην, καὶ εἰσῆλθον καὶ ἀνεπαύσαντο. λείπεται δὴ τὴν τρίτην ταύτην εἶναι λοιπόν. βλέπετε μή τότε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Ἀπὸ γὰρ σκληρότητος ἡ ἀπιστία γίνεται· καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσὶν, οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἶκον τῷ λόγῳ τοῦ Θεοῦ. εἰκὸς γὰρ ἀπιστεῖν αὐτοὺς, ὡς οὐκ ὄντων ἀληθῶν τῶν γινομένων. ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανἶς ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. εἰ γὰρ οἱ πατέρες ὑμῶν, φησὶν, ἐπειδὴ οὐκ ἤλπισαν, ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς. Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται. Σευηριανοῦ. Ὠσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει· μέτοχοι γὰρ Χριστοῦ γεγ όναμεν, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. (Θεοδώροσ.) Θεόδωρος φησιν· οὐδὲ γὰρ νῦν, φησὶ, συμβου- λεύειν προσῆκεν ὑμῖν, ὅπως ἃν ἀποστάντες τῶν χειρόνων ἐπὶ τὸ κρεῖττον ῥέψητε διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως. πρὸς γὰρ ἤ δὴ πεπιστευκότας ὁ λόγος μοι γίνεται, ὥστε τὰ αὐτὰ παραινεῖν ὑμῖν προσῆκεν, ὅπως ἂν ἐπιμένητε τοῖς δόξασιν ἅπαξ· τοῦτο οὖν λέγει, ὅτι οἱ πιστεύσαντες καὶ τοῦ Πνεύματος μετειληφότες, μέτοχοι τῆς ὑποστάσεως τοῦ Χριστοῦ γεγόναμεν, ὥσπερ τινὰ φυσικὴν τὴν πρὸς αὐτὸν κοινωνίαν δεξάμενοι· λείπει δὴ λοιπὸν τὸ τὴν ἀρχὴν ταύτην ἐν ἀκεραίῳ διαφυλάξαι γνώμῃ. τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μώσεως· τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη ; οὐχὶ τοῖς ἁμαρτήσασιν ; ὧν τὰ κῶλα ἔπεσον ἐν τῆ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Θεοδώρου. βούλεται δεῖξαι, ὅτι πάντες οἱ διὰ Μώσεως ἐξελθόντες ἀπώλοντο δι’ ἀπιστίαν, ὥστε ἐκ παραλλήλου μειζόνως φοβῆσαι τούτους πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, οὔτε τῇ ἀκολουθίᾳ τῶν ἑξῆς, τοῦ τίσιν δὲ προσώχθισε ; καὶ τίσι δὲ ὤμοσεν ; άναγινωσκομένων μὲν κατ’ ἐρώτησιν, τὴν αὐτὴν δὲ ἀπαιτούντων ἀνταπόδοσιν· οὔτε ἐκεῖνο, ὅτι τινὲς δὲ ἀκούσαντες παρεπίκραναν τότε, λέγεσθαι κατ’ αὐτὴν ἠδύναντο τὴν διάνοιαν, εἴπερ δὴ ὀλίγοι ἀπὸ πολλῶν τοῦτο ὑπομεμενηκότες ἤσαν· λέγομεν γὰρ ἐπὶ τῶν πραττομένων, ὅτι τίνες ἐποίησαν τόδε μέρος, ἀπὸ πλήθους ἀποτεμνόμενοι, ὅταν ἐλάττονας εἰναι τοὺς πεποιηκότας συμβαίνῃ τῶν οὐ πεποιηκότων· ἐνταῦθα δὲ δύο μόνοι, Ἰησοῦς καὶ Χαλέβ· ὥστε οὐδὲ ἀκολουθίαν εἶχε τινὰ τὸ λέγειν, τίνας εἶναι τοὺς παραπικραίνοντας, δύο μόνων ἀπὸ τοσούτου πλήθους ὄντων, οὐδὲν λυμαίνεσθαι τῇ ἀποφάσει τῶν δύο νομίσας τὸν ἀριθμόν.