Ancient Greek
ΚΕΦ. Ε.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos ΚΕΦ. Ε..1
Not analysed yet
Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν. Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῆ τις ἐξ ὑμῶν ὑστερηκέναι. (Φεόδωροσ.) Προσῆκεν φοβεῖσθαι, φησὶν, ὅπως ἃν μὴ αὐτοὶ τῆς εἰς τὴν κατάπαυσιν εἰσόδου τὴν ἐπαγγελίαν δεξάμενοι ὑστερήσωμεν μοχθηρίᾳ γνώμης· μηδὲ γάρ τις οἰέσθω ἀρκεῖν αὐτῷ τὴν ἐπαγγελίαν τιῶν μελλόντων, ὥσπερ οὐδὲ ἐκείνοις· οὐ γὰρ ἦσαν κατὰ τὴν πίστιν τοῖς ἐπαγγελθεῖσι συνημμένοι, ὅθεν οὕτως ἀναγνωστέον, ”μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκουσθεῖσιν,” ἵνα εἴπῃ ταῖς πρὸς αὐτοὺς γεγενημέναις ἐπαγγελίαις τοῦ Θεοῦ διὰ Μώσεως. Διὸ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν. Χρυσοσόμου. Ὁ μακάριος Ἰωάννης φησι· τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ γένηται, “ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτη τῆς ἁμαρτίας·” ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ; ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ὅταν ψυχὴ εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ, καταφρονήσασα δὲ οὐδὲ πιστεύειν ἀνέχεται ὥστε ἀπαλλάξαι φόβου αὐτήν· ”μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ·” μετέχομεν αὐτοῦ, φησὶν, ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτὸς, εἴπερ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς, συγκληρονόμοι καὶ σύσσωμοι, ἓν σῶμά ἐσμεν ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ· “ἐάν περ “τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχω- “μεν·” “τίς ἐστιν ἀρχὴ τῆς ὑποστάσεως ; τὴν πίστιν δι’ ἧς "ὑπέστημεν καὶ οὐσιώμεθα καὶ γεγενήμεθα, ὡς ἄν τις εἴποι, εἰτα “ἐπάγει,” ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ καθυπέρβατόν ἐστιν ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἐν τῷ λέγεσθαι σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, τὸ γὰρ σήμερον ἀεί ἐστιν· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκουῆς ἐκείνους, μὴ συγκεκερασμένους τῆ πίστει τοῖς ἀκούσασιν. Πῶς οὐκ ὠφέλησεν ; εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσι τοῦτο αὐτὸ, δι’ ὧν φησι, “τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, “ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως· τίσιν “δὲ προσώχθισε μ΄ ἔτη· οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα “ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσιν δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν “κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι “οὐκ ἠδυνήθησαν ἀνελθεῖν διὰ ἀπιστίαν.” εἰπὼν πάλιν τὴν μαρτυρίαν, καὶ τὴν ἐρώτησιν ἐπάγει, ὅπερ ποιεῖ τὸν λόγον σαφῆ· “εἶπε γάρ’ φησὶ, "σήμερον ἐὰν τῆς φωνῆς ἀκούσητε, μὴ σκλη- “ρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ·” τίνων μέμνηται, φησὶ, σκληρυνθέντων, τίνων δὲ ἀπειθησάντων· οὐ τῶν Ιουδαίων; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ’ οὐδὲν ὄφελος αὐτοῖς γέγονε· μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε, ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ’ οὐδὲν ἀπώναντο, ἐπεὶ μηδὲ ἐπίστευσαν. οἱ οὖν περὶ Χαλὲβ καὶ Ἰησοῦν ἐπειδὴ μὴ συνεφώνησαν τοῖς ἀπιστήσασι, διέφυγον τὴν κατ’ ἐκείνων ἐξενεχθεῖσαν τιμωρίαν· καὶ ὅρα τί θαυμαστῶς· οὐκ εἰπεν οὐ συνήνεσαν, ἀλλ’ οὐ συνεκράθησαν, τουτέστιν, ἀστασιάστως διέστησαν τῶν πάντων, μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι· εἰσελευσόμεθα γὰρ, φησὶν, εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες· πόθεν τοῦτο δῆλον, ἐπήγαγε, καθὼς εἴρηκεν, “ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰσελεύσονται εἰς τὴν κατά- “παῦσίν μου,” καὶ τοιούτων ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων· καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δῆλόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι. τί οὖν σπουδάζει δεῖξαι τέως ; ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὐ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐρανῶν. τέως οὖν θέλει δεῖξαι, ὅτι οὐκ ἔτυχον ἐκεῖνοι τῆς καταπαύσεως. ὅτι γὰρ τοῦτο λέγει, φησὶν, "εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· “καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ἀπὸ πάντων “τῶν ἔργων αὐτοῦ,” καὶ ἐν τούτῳ πάλιν, “εἰσελεύσονται εἰς τὴν “κατάπαυσίν μου” ὁρᾷς πῶς οὐ κωλύει ἐκείνη ταύτην εἶναι κατά- παυσιν. Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐχ εἰσῆλθον δι’ ἀπείθειαν· πάλιν τινὰ ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται. Τί δέ ἐστιν ὅ φησιν; ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν, πάντως ἐκεῖνοι οὐκ εἰσῆλθον· ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν, πόθεν τοῦτο δῆλον, μετὰ τοσαῦτα ὄη φησὶ, λέγει πάλιν ὁ Δαβὶδ, “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· εἰ γὰρ αὐτοὺς “Ἰησοῦς κατέπαυσεν, οὐκ ἃν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα “ἡμέρας·” δῆλον δὲ ὅτι ὡς μελλόντων τινῶν τεύξεσθαί τινος ἀμοιβῆς ταῦτά φησι. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Οὐ γὰρ ἃν εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο μὴ τὰ αὐτὰ ποιεῖν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι· πῶς δὲ ἔμελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην οἰκοῦντες, εἰ μὴ ἑτέρα τις ἦν κατάπαυσις; καὶ καλῶς συνεπέρανε τὸν λόγον· οὐ γὰρ εἶπε κατάπαυσις, ἀλλὰ σαββατισμὸς, τὸ οἰκεῖον ὄνομα καὶ ᾧτ’ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν· ὥσπερ γὰρ ἐν τῷ σαββατισμῷ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον, οὕτω καὶ τότε· ἀλλ’ αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ τί; “ὃ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός ἐπειδὴ πέρι ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἢν, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε· τὸ δὲ σήμερον ὥστε μηδέποτε ἀπελπίζειν ἑαυτούς· “παρακαλεῖτε, φησὶν, ἑαυτοὺς “καθ᾿ ἑκάστην ἡμέραν,” τουτέστι κἂν ᾖ τις ἡμαρτηκὼς, ἕως ἃν ᾖ τὸ σήμερον ἐλπίδας ἔχει· εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσονται μόνον, ἐπάγει καὶ κόλασιν, εἴπων, Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἐνταῦθα περὶ τῆς κολάσεως διαλέγεται, εἰς τὰ κρυπτὰ αὐτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡμετέρας, καὶ διατέμνει τὴν ψυχήν· οὐ κῶλα ἐστὶ πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν καὶ ἀθανάτῳ παραδοθῆναι κολάσει καὶ τιμωρίᾳ. (Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀληθινῆς καταπαύσεως τὸ ἔργον, τὸ μὴ πάλιν ἐπὶ τὰ παλαιὰ ἀνατρέχειν, μεταβολὴν ὑπομένοντας καὶ μετάθεσιν· ὥσπερ γὰρ ὁ Θεὸς λέγεται πεπαῦσθαι τοῦ ποιεῖν τὸν κόσμον, ἅπαξ αὐτοῦ τῆ κατασκευῇ τέλος δεδωκὼς, οὕτως προσῆκε καὶ τὸν εἰς κατάπαυσιν εἰσιόντα, μὴ παλινδρομεῖν ἐπὶ τὰ παλαιὰ, πόνους ὑφορώμενον τοὺς τῆς ἀρετῆς παράβασιν νομίμων m. τούτοις γὰρ ἀκολουθεῖν ἀνάγκη τὴν μεταβολὴν, καὶ τὴν ἀπὸ τῆς καταστάσεως μετάστασιν· τὸ δὲ σήμερον, φησὶν, οὔτε ἀόριστόν ἐστιν, οὔτε μὴν ἐπὶ τοῦ ἐκτὸς ἡμέρας διαστήματος λέγεσθαι δύναται, ὡς ἃν ἐφ’ ἑκάστης ἡμέρας τοῦ σήμερον ἁρμόττοντος. τοῦτο δὲ οὐ τῆς ἀποστολικῆς σαφηνείας ἕνεκεν μόνον ἐπισημήνασθαι δίκαιον ᾠήθην, ἀλλὰ καὶ τῶν βουλομένων ἐπὶ τῆς γεννήσεως τῆς τοῦ μονογενοῦς θεότητος λαμβάνειν τὸ “ἐγὼ “σήμερον γεγέννηκά σε·” οἳ τὸ σήμερον ἀόριστον εἶναι ἀποφαίνονται, οὐδὲ τοῦτο ἐννοοῦντες, ὅτι τὸ σήμερον λέγεσθαι οὐκ ἃν δύναιτο μὴ οὔσης ἡμέρας· ὅτι γὰρ οὐδὲ ἀόριστον λέγοιτο ἃν τὸ σήμερον, σαφῶς ὁ Ἀπόστολος ἐδήλωσεν εἰπὼν, "πάλιν, τινὰ “ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, εἰ δὲ καὶ ἑτέρωθι παρακαλεῖτε “ἑαυτοὺς, ἔφη καθ’ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖ- “ται,” πρῶτον μὲν ἔδειξεν ὅτι οὐκ ἔξω τῶν ἡμερῶν τὸ σήμερον λέγοιτο, τῷ εἰπεῖν καθεκάστην ἡμέραν, καὶ οὕτως ἐπαγαγεῖν τὸ “ἄχρις οὗ τὸ σήμερον καλεῖτα·” ἔπειτα οὐδὲ οὕτω φαίνεται περὶ τοῦ σήμερον ὡς ἂν ἀορίστου διαλεγόμενος, οὐ δυναμένου μὲν τοῖς παρεληλυθόσι, δυναμένου δὲ καὶ τοῖς μέλλουσιν ἁρμόττειν· τι γάρ φησι ; καθ’ ἑκάστην ἡμέραν τὸ σήμερον λέγεσθαι πρὸς ἡμᾶς νομίσαντες, οὕτως ἐπιμελεῖσθαι τοῦ μένειν ἐπὶ τῆς πίστεως· ὡς γὰρ τοῦ σήμερον τὴν παροῦσαν σημαίνοντος ἡμέραν, οὕτως αὐτοῖς συνεβούλευσε, καταχρησάμενος τῇ σημασίᾳ μᾶλλον πρὸς τὸ τῆς παραινέσεως ὠφέλιμον. (Σευγριανόσ.) Σευηριανὸς δέ φησι, μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ Ἁγίου νεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια.