Ancient Greek
ΚΕΦ. ς.
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Hebraeos ΚΕΦ. ς..1
Not analysed yet
Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγῳ τῷ διὰ πάντων, καὶ τὸν χρηστὸν τῆς χόριτος τῆς ἱερατικῆς πόμ’ τῷ ὁμοιοπαθήσαντι ἡμῖν ἀνθρωπίνως. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυ- σιν, ἵνα μὴ ἐν τῷ αὐτῶν τις ὑποδείγματι πέση τῆς ἀπι- στίας,–(ἕως) —πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησι, δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν· ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ, καὶ ἵνα μὴ ἀκούων ἐν τῷ αὐτῷ τὴν αὐτὴν ετͅναι νομίσῃς τιμωρίαν, ἄκουσον τι ἐπάγει· “ζῶν γὰρ ὁ λόγος τοῦ “Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο- “μον” καὶ τὰ ἑξῆς· δείκνυσιν ἐνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη· μὴ τοίνυν ἐπειδὴ λόγον ἤκουσας ἁπλῶς νομίσῃς· μαχαίρας γάρ ἐστι τομώτερος· ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν σκόπει τίνος ἕνεκεν ἐδεήθησαν οἱ προφῆται εἰπεῖν, μάχαιραν καὶ ῥομφαίαν καὶ τόξον· “ἐὰν μὴ “ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον “αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·” εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν, οὐ δύναται τῷ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥημάτων ἵνα δείξῃ τὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως, πολλῷ μᾶλλον τότε, “διἰκνού- “μένος, ’φησὶν, “ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.” τί ἐστὶ τοῦτο ; φοβερόν τι ᾐνίξατο, ἣ ὅτι τὸ πνεῦμα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωμάτων διικνεῖται, οὐ καθὼς ἢ μάχαιρα μόνον τῶν σωμάτων. δείκνυσιν ἐνταῦθα ὅτι καὶ ψυχὴ κολά- ζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται καὶ τὰ ἐγκάρδια κρίνει· ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων, καὶ τί λέγω περὶ ἀνθρώπων, φησὶ, κἂν γὰρ Ἀγγέλους εἴπῃς, κἂν Ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ, κἂν τὰ Σεραφὶμ, κἂν οἱανδήποτε κτίσιν, πάντα ἐκκαλύπτεται τῷ ὀφθαλμῷ ἐκείνῳ· πάντα δῆλά ἐστι καὶ φανερά· “πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς “ὃν ἡμῖν ὁ λόγος.” τί ἐστι τετραχηλισμένα; ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν ἱερείων ἐξελκομένων. ὥσπερ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς καθελκύσῃ τὸ δέρμα, πάντα τὰ ἔνδον ἐκκαλύπτεται, καὶ δῆλα ποιεῖ τοῖς ἡμετέροις ὀφθαλμοῖς, οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα.’ τί ἐστιν ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας ; ὡς ἄν τις εἴποι, διὰ τι οὐκ ἴδιον ἐκεῖνος τὴν γῆν ἔλαβεν ἀρραβῶνα τῆς τοῦ Θεοῦ δυνάμεως; δέον πιστεῦσαι, τῷ φόβῳ πλέον ἐνδόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, ἢ καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον ὅτι πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν· τοῦτο δὲ καὶ περὶ ὑμῶν δέδοικα, φησὶν, ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων, “ἀναμνή- “σθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν “ὑπεμείνατε παθημάτων·” μηδεὶς οὖν πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω· ἱκανοὶ γὰρ, φησὶν, οἱ πρόγονοι παιδεῦσαι ἡμᾶς, μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μὴ τὰ αὐτὰ παθεῖν, ἅπερ ἔπαθον· τοῦτό ἐστιν, “ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας,” ὃ καὶ πρὸς τῷ τέλει λέγει, “τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γό- “νατα ἀνωρθώσατε·” εἶτα, ἵνα μὴ ἀκούσας ἐν τῷ αὐτῷ ὑποδείγματι, τὸν αὐτὸν θάνατον ὑπολάβῃς, ὅνπερ κἀκεῖνοι ὑπέμειναν, ὅρα τι φησι, “ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώ- “τερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον·” πάσης γὰρ μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ἐμπίπτει ψυχὰς ὁ λόγος, πληγὰς ἐργαζόμενος χαλεπάς· καὶ καιρίας δίδωσι στομάς. εἶτα περὶ Υἱοῦ διαλέγεται, “πρὸς ὃν ἡμῖν ὁ λόγος·” αὐτῷ, φησὶν, ἔχομεν εὐθύνας δοῦναι τῶν πεπραγμένων· πῶς οὖν ἵνα μὴ πέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν, ἱκανὰ μὲν κἀκεῖνά φησι παιδεῦσαι. Ἔχομεν δὲ ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ· κρατῶμεν τῆς ὁμολογίας. Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν, “οὐ γὰρ ἔχομεν "ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· ἡμῶν·” διὰ τοῦτο ἀνωτέρω ἔλεγεν, "ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται “τοῖς πειραζομένοις βοηθῆσαι·” πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν· εἶπεν ἐκεῖ, οὐκ ἔστι κτίσις ἀφανὴς, τὴν θεότητα αἰνιττόμενος· εἶτα ἐπειδὴ τῆς θεότητος ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· "ἔχοντες οὖν ἀρχιερέα μέ- “γαν διεληλυθότα τοὺς οὐρανοὺς,” καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὡς ὑπὲρ οἰκείων προιστᾶται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν· Μωϋσῆς μὲν γὰρ, φησὶν, οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ εἰσῆλθεν· ἀλλ’ οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσι, ἀλλὰ καὶ τὰ πη ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν· ποίαν; ὅτι ἀνάστασίς ἐστιν, ὅτι ἀντίδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθή· ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. ὅτι γὰρ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἱερέα ἔνδον εἶναι, συμπαθῆσαι δυνάμενον ταῖς ἀσθενείαις ἡμῶν· οὐκέτι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, οὐδὲ ὅτι ποτέ ἐστι θλίψις· ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα· πάντα ὑπέστη ὁ ἀρχιερεὺς ὁ ἡμέτερος, ἵνα δύνηται συμπαθεῖν. Πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Τουτέστιν, ἐδιώχθη, ἐνεπτύσθη, κατηγορήθη, ἐσκώφθη, ἐσυκοφαντήθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη "καθ’ ὁμοιότητα χωρὶς “ἁμαρτίας.” ἐνταῦθα καὶ ἄλλο αἰνίττεται, ὅτι δυνατὸν χωρὶς ἁμαρτίας καὶ ἐν θλίψεσιν ὄντα διενεγκεῖν, ὥστε καὶ ὅταν λέγῃ, “ἐν ὁμοιώματι σαρκὸς,” οὐ τοῦτό φησιν, ὅτι ὁμοίωμα σαρκὸς, ἀλλ’ ὅτι σάρκα ἀνέλαβε. διὰ τί οὖν εἶπεν ὁμοιώματι ; ὅτι περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν· ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ, τῆ μὲν γὰρ φύσει ἡ αὐτὴ ἦν ἡμῖν· τῇ δὲ ἁμαρτίᾳ οὐκέτι ἡ αὐτή. Προσερχώαεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος αὐτοῦ, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Θρόνον φησὶ τὸν βασιλικὸν, περὶ οὗ φησιν, “εἶπεν ὁ Κύριος “τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.” τί ἐστι “προσερχόμεθα “μετὰ παρρησίας ; “ὅτι ἀναμάρτητον ἔχομεν ἱερέα καταγωνιζό- καταγωνιζόμενον τὴν οἰκουμένην· εἰ καὶ ἡμεῖς ὑπὸ ἁμαρτίας ἐσμὲν, ἀλλ’ αὐτὸς ἀναμάρτητος. πῶς προσερχόμεθα μετὰ παρρησίας ; θρόνος γὰρ χάριτός ἐστιν, οὐ θρόνος κρίσεως, νῦν διὰ τοῦτο “μετὰ παρ- “ρησίας, ἵνα λάβωμεν ἔλεον,” καὶ οἷον ζητοῦμεν· φιλοτιμία γὰρ τὸ πρᾶγμα, δωρεὰ βασιλική· καὶ “χάριν εὕρωμεν εἰς εὔκαιρον “βοήθειαν·” ἂν μὲν γὰρ νῦν προσέλθῃ, φησὶ, λήψῃ χάριν καὶ ἔλεον· εὐκαίρως γὰρ προσέρχῃ, ἃν δὲ τότε προσέλθῃς, οὐκέτι· οὐ γὰρ ἔστι τότε θρόνος χάριτος, ἕως ὅτε κάθηται χαριζόμενος ὁ βασιλεύς· ὅταν δὲ ἡ συντέλεια, τότε ἐγείρεται εἰς κρίσιν· “προσερ- “χώμεθα δὲ μετὰ παρρησίας,” πάλιν μὴ ἔχοντες συνειδὸς πονηρὸν, μὴ διστάζοντες· οὐ γὰρ δύναται μετὰ παρρησίας ὁ τοιοῦτος προσελθεῖν· διὰ τοῦτο λέγει, “καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ “ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·” ἵνα δὲ μὴ ἀκούων ἀρχιερέα, νομίσῃς αὐτὸν ἑστάναι, εὐθέως αὐτὸν ἐπὶ τὸν θρόνον ἀνάγει, ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ’ ἕστηκεν. ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐχὶ φύσεως ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν· ἵνα προσ- φέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐ- τὸς περίκειται ἀσθένειαν καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ἁμαρτίων. Θέλει δεῖξαι λοιπὸν, ὅτι πολλῶ βελτίων ἡ διαθήκη αὕτη τῆς παλαιᾶς· ποιεῖ οτυν τοῦτο, πόρρωθεν προκαταβάλλων τοὺς λο- γισμούς. ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, οὐδὲ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔγρω. σκευήν· οὐ γὰρ παρατηρήσεις νομικά, ἀλλ’ ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ τὸ πᾶν ἐν τοῖς πνευματικοῖς· οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ὑπήγετο ὡς τὰ σωματικὰ, τοῦτον ὅλον ἀνακινεῖ τὸν λόγον· καὶ θέα τὴν σύνεσιν, ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ ἀπ’ αὐτοῦ πρώτου δείκνυσι τὴν διαφοράν. διὰ τοῦτο ὁρίζεται πρῶτον τι ἐστιν ἱερεὺς, καὶ δείκνυσιν εἴ τινα ἔχει ἱερέως, καὶ εἰ τὰ σύμβολα ταῦτα σύμβολα δείκνυται ἱερῶ. συνῆς· ἀντέπιπτε δὲ αὐτῷ, ὅτι οὔτε εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεύς· πῶς οὐν ἱερεύς φησι ; καὶ πρῶτον ἀπὸ τῶν παρόντων αὐτὸ βεβαιοῦται. ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων τὰ ἐπίγεια πιστεύεσθαι· ἀλλ’ ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται· καὶ τέως ἃ κοινά ἐστι, τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅτι ὑπερέχει. ἡ γὰρ κατὰ σύγκρισιν ὑπερόχη οὐτῶ γίνεται, ὅταν ἐν μὲν τοῖς κοινωνῃ, ἐν ’δε τοῖς ὑπερέχῃ· “πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τοῦτο κοινὸν τῷ Χριστῷ ὑπὲρ ἀνθρώπων καθίσταται, καὶ τοῦτο, “ἵνα “προσφέρῃ δῶρα καὶ θυσίας ὑπὲρ τοῦ λαοῦ·” καὶ τοῦτο οὐχ ὅλον, τὰ δὲ λειπόμενα οὐκέτι. Μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμενοις. Ἐνταῦθα λοιπὸν ἡ ὑπεροχὴ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν· εἶτα καὶ ἄλλο ὑφ’ ἕτερον, φησὶ, γίνεται, καὶ οὐκ αὐτὸς ἐπιπηδᾷ· καὶ τοῦτο κοινὸν, “καὶ οὐχ “ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ “καθάπερ καὶ Ἀαρών·” ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, ὃ καὶ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστὸς, “ὅτι ἀπ’ ἐμοῦ οὐκ ἐλήλυθα·” ἐνταῦθα δέ μοι δοκεῖ καὶ τοὺς Ἰουδαίων αἰνίττεσθαι ἱερέας ὡς οὐκέτι ὄντας ἱερέας τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας· οὕτω καὶ ὁ χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα. ποῦ οὖν ἐχειροτονήθη, φησὶν, ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη πολλάκις, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε πῦρ κατῆλθε καὶ ἠφάνισε τοὺς ἐπιπηδῆσαι βουλομένους τῇ ἱερωσύνῃ, ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιμοῦσιν· πόθεν οὖν; ἀπὸ προφητείας τοῦτο δείκνυσιν, οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν· διὰ τοῦτο ἀπὸ προφητείας, ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται, “ἀλλ’ ὁ “λαλήσας,” φησὶ, “πρὸς αὐτὸν, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον “γεγέννηκά σε.” τί πρὸς τὸν υἱὸν τοῦτο ; ναὶ, φησὶ, προκατακευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι, καθὼς καὶ ἐν ἑτέρῳ λέγει· “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ;” οὐδεὶς ἕτερος, πάντες γὰρ ὑπὸ νόμον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέμνοντο, οὐδένα ἃν ἔχοιεν ἕτερον δεῖξαι. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ, ἣ τὸ κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· τι γὰρ βούλεται τὸ "μετὰ κραυγῆς ”ἰσχυρᾶς;” οὐδαμοῦ τοῦτο τὸ εὐαγγέλιόν φησιν, οὐδὲ ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδὲ ὅτι κραυγὴν ἐποιήσατο. ὁρᾷς ὅτι συγκατάβασις ἦν ; οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ “μετὰ “κραυγῆς ἰσχυρᾶς.” Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Τί λέγεις ; αἰσχυνέσθωσαν οἱ αἱρετικοί. Γενναδίου. Ἀντὶ τοῦ τῷ πάθει τὸ μάθημα τῆς ὑπακοῆς ἔχων ἐντελέστατον, ἐπεδείξατο, καὶ ταῦτα τυγχάνων Υἱός. οὕτω δὲ καὶ ἡμεῖς λέγειν εἰώθαμεν· πολλάκις γοῦν ἄριστα λόγον διεξεληλυθότος τινὸς, φαμὲν ὅτι οὗτος ἀληθῶς ἔμαθεν ἀφ’ ὧν εἴρηκε λόγους, τουτέστι τῇ ἀγγελίᾳ καὶ τῇ φράσει βεβαίως ἔδειξεν κατωρθωκέναι τῶν λόγων τὴν μάθησιν. Ὁ υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο· καὶ τί περὶ τῶν προφητῶ νπλέον ἃν εἴποι τις; ποία δὲ καὶ ἀκολουθία εἰπεῖν “εἰσα- “κουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὡν “ἔπαθε τὴν ὑπακοήν;" ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτως μέμηνε ; τίς δὲ παραπαίων ταῦτα ἐφθέγξατο; ποίαν ὑπακοὴν ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας ὡς πατρὶ υἱός; πῶς ὕστερον ἔμαθεν; ὁρᾷς ὅτι περὶ τῆς σαρκώσεως εἴρηται; εἰπὲ δή μοι, τοῦ πατρὸς ἐδεῖτο ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου, καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν, “εἰ δυνατὸν παρελθέτω ἀπ’ ἐμοῦ τὸ “ποτήριον τοῦτο;” οὐδαμοῦ δὲ περὶ ἀναστάσεως ἐδεήθη τοῦ πατρὸς, ἀλλὰ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων· "λύσατε τὸν “ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν,” καὶ “ἐξουσίαν “ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν ἀυτὴν, οὐδεὶς αἴρει ἀυτὴν ἀπ’ ἐμοῦ ἐγὼ τίθημι ἀυτὴν ἀπ’ “ἐμαυτοῦ·” τι οὖν ἐστι; τίνος ἕνεκεν ἐδεῖτο; ἣ περὶ τίνος ἐδεῖτο τῶν πιστευσάντων εἰς αὐτόν; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εἰκότως· ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὸν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη, ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος ἔλεγεν, “εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἃν ὅτι “πρὸς τὸν Πατέρα πορεύομαι· καὶ γὰρ ὁ Πατήρ μου μείζων μου “ἐστι·” πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν ; “παρέδωκε γάρ’ φησὶν, “ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ- “τιῶν ἡμῶν·” καὶ πάλιν, "δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων “ἡμῶν·” τί οὖν ἐστιν; ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ αὐτοῦ; οὕτω καὶ ἐνταῦθα, "καίπερ ὣν υἱὸς, ἀπὸ τῆς “εὐλαβείας εἰσηκούσθη,” φησί· βούλεται δεῖξαι αὐτοῦ τὸ κατόρθωμα ὃν μᾶλλον ἢ τῆς χάριτος τοῦ Θεοῦ· τοσαύτη, φησὶν, ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεὸν, ἔμαθεν ὑπακούειν τῷ Θεῷ, φησὶν, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας. εἰ δὲ ἐκεῖνος Υἱὸς ὣν ἐκέρδανεν ἀπὸ τῶν παθημάτων τὸ ὑπακούειν, πολλῷ μᾶλλον ἡμεῖς. ὁρᾷς πόσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς ; δοκοῦσι γὰρ ἀφηνιάζειν. Καὶ τελειωθεὶς διὰ τῶν παθημάτων. τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν χρή· οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας, τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας. Προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν ΙΙ τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν. Μέλλων καθιέναι εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοὺς ἐπιτιμᾷ, δεικνὺς ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους αὐτοὺς εἶναι, πλέον ἐνδιέτριβε τῶ ταπεινῶ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς πέρι τινος δικαίου οὐ διαλέγεται· καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντη, οὔτε εἶπε, τὸ μὲν γὰρ ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων πεποίηκε, τὸ δὲ ἵνα μὴ καταχώσῃ ἀυτῶν ’τον νοῦν.