Ancient Greek
Chapter 10, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.1.2
Not analysed yet
Γενναδίου. ταῦτα γοῦν, φησὶ, ἔφην περὶ αὐτῶν, οὐκ ὀνειδίζειν βουλόμενος. ἀλλ’ ὑπὸ τῆς ἀληθείας ἠναγκασμένος. ἐπεὶ τόγε ἐμὸν οὕτως οὕτως εὐνοίας ἔχω περὶ αὐτοὺς, ὡς συνεύχεσθαι τὴν σωτηρίαν αὐτοῖς. καὶ τὸ εὔλογον τῆς διαθέσεως δεικνὺς, φησί. “μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσι.” σύνοιδα φησὶ καὶ μαρτυρῶ ζήλῳ θείῳ πρὸς τὸ εὐαγγέλιον ἀνειληφέναι μάχην αὐτούς. εἰς γὰρ ἢν ποτὲ τούτων καὶ αὐτός. ζήλῳ μέντοι γνώσεως ἀληθινῆς ἀπεστερημένῳ· οὐ γὰρ συνιέντες τῆς δικαιοσύνης τὸ μέγεθος, ὅτι θείᾳ χάριτι μόνως ἃν αὐτῆς ἄνθρωποι τεύξωνται, φιλονεικοῦσιν εὐήθως τὰ αὐτοῖς δοκοῦντα κυρῶσαι. καὶ τῆς δικαιώσεως δι’ οἰκείων ἔργων ἐπιτυχεῖν. ἀντιλέγοντες τῇ ὑπὸ Θεοῦ νῦν ἐν Χριστῷ δοθείσῃ ὑμῖν.