Ancient Greek
Chapter 10, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.1.3
Not analysed yet
Χρυσοστόμου. Οὐκοῦν συγγνώμης ἀλλ’ οὐ κατηγορίας ἄξιοι. εἰ μὴ γὰρ δι’ ἄνθρωπον εἰσὶν ἀπεσχοινισμένοι, ἀλλὰ διὰ ζῆλον, ἀλλ’ οὖν ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἣ κολάζεσθαι ἄξιον. ἀλλ’ ὅρα πῶς σοφῶς καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. “ἀγνοοῦντες γάρ,” φησι, “τὴν τοῦ Θεοῦ δι- “καιοσύνην,” πάλιν τὸ ῥῆμα συγγνώμης. ἀλλὰ τὸ ἑξῆς, κατηγορίας ἐπιτεταμένης, καὶ πᾶσαν ἀναιρούσης ἀπολογίαν. “καὶ τὴν ἰδίαν “γάρ,” φησιν, “δικαιοσύνην στῆσαι ζητοῦντες.” ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν. καὶ ὅτι οὐδὲ αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸ τῶν νομίμων ἔστησαν. τὸ γὰρ εἰπεῖν “ζητοῦντες στῆσαι,” τουτέστιν ἐμφαίνοντες. καὶ σαφῶς μὲν αὐτὸ οὐ τέθεικεν. οὐδὲ γὰρ εἶπεν ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον. ἠνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα, καὶ μετὰ τῆς προσηκούσης αὐτοῦ σοφίας. εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. εἰ δὲ ταύτῃ οὐχ ὑπετάγησαν, καὶ ταύτης ἐξέπεσον. ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἣ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἣ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος· καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. ἀλλ’ οἱ ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτοντες, καὶ φιλονεικοῦντες διὰ τοῦ νόμου δικαιωθῆναι, οὐ προσῆλθον τῇ πίστει. μὴ προσελθόντες δὲ τῇ πίστει, μὴ δὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου δικαιωθῆναι μὴ δυνηθέντες, πάντοθεν ἐξέπεσον.