Ancient Greek
Chapter 10, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.1.4
Not analysed yet
Κυρίλλου. Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον, πλὴν ἐλέγχει πεπλανημένους. ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ, ἔλεγον, “ὅτι περὶ καλοῦ ἔργου οὐ “λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας. ὅτι σὺ ἄνθρωπος ὣν, “ποιεῖς σεαυτὸν θεόν,” ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι, Χριστόν. ἤτοι, τὴν διὰ πίστεως τῆς εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μώσεως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς, οὐ ζητήσαντες τὸν Υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα· τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην, οἰκονομικῶς συστέλλοντα. ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς.