Ancient Greek
Chapter 10, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.14.2
Not analysed yet
Θεοδωρήτου. Προσήκει πρότερον, φησὶ, πιστεῦσαι, εἶτα ἐπικαλέσασθαι. ἀδύνατον δὲ πιστεῦσαι τῆς διδασκαλίας οὐκ ἀκούσαντας. ταύτης δὲ τυχεῖν οἷόν τε οὐδαμῶς. τῶν κηρυττόντων οὐκ ὄντων. καὶ τούτους δὲ πάλιν ἡ χειροτονία ποιεῖ. οὕτω ταῦτα εἰς ἀπολογίαν τεθεικὼς Ἰουδαίων, δι’ αὐτῶν αὔξει τὴν κατ’ ἐκείνων κατηγορίαν. καὶ τὸ τελευταῖον πρῶτον τέθεικε, τὸ τῆς κηρύκων ἀποστολῆς· δεικνὺς ἄνωθεν ταῦτα προτεθεσπισμένα. καὶ γὰρ ἀκόλουθον ἦν τοῦτο πρὸ τῶν ἄλλων ἐπιδεῖξαι. δεῖ γὰρ πρῶτον χειροτονηθῆναι τοὺς κήρυκας, εἶτα κηρύξαι. ἔπειτα τῶν κηρυγμάτων ἀκοῦσαι, καὶ τηνικαῦτα πιστεῦσαι. φέρει τοίνυν τὴν προφητείαν τοῦ Ἠσαίου, καὶ φησὶ, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην.” καὶ γὰρ τοῖς Ἀποστόλοις ὁ Κύριος ἐνετείλατο εἰς οἰκίαν εἰσιοῦσι λέγειν, “εἰρήνη τῷ οἴκῳ τούτῳ.” κατεμήνυον γὰρ τὰς θείας καταλλαγάς· εὐηγγελίζοντο δὲ καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. τούτων τοὺς πόδας ὡραίους ἀποκαλεῖ, ὡς τὸν καλὸν τρέχοντας δρόμον· ὡς ὑπὸ τῶν δεσποτικῶν ἀπονιφθέντας χειρῶν.