Ancient Greek
10.14.3 to 10.14.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.14.3-4
Not analysed yet
Θεοδώρου Μονάκχου. Εἰρῆσθαι δὲ ταῦτα ἔφη τίς οὐ περὶ τῶν Ἀποστόλων τῷ προφήτῃ, ἀλλὰ περὶ τῶν μελλόντων μηνύειν τὰ περὶ Ἰουδαίους ἐσόμενα ἀγαθά. εἰ δὲ οἱ μηνυταὶ ἐκείνων, φησὶ, οὕτω νομίζονται θαύματος ἄξιοι, πολλῷ γε μᾶλλον ἀναγκαῖον πρᾶγμα καὶ λυσιτελέστατον, ἅπαντας δεῖ νομίζειν, τῶν Ἀποστόλων τὴν διδαχήν. Ἀποστόλου. ταυτί γε μὴν οὕτω παρὰ τῶν ἑβδομήκοντα εἴρηται. “ὡς ὥρα ἐπὶ τῶν ὀρέων. ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν “εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.” ἀντὶ τοῦ καλήν τινα καὶ ἐξάκουστον ὥσπερ ἐξ ὄρους ἀφιᾶσι φωνὴν οἱ εὐαγγελιζόμενοι, τὴν εἰρήνην καὶ τὰ ἀγαθά· τῇ μὲν καλλονῇ, τέρπουσαν· τῷ δὲ μεγέθει καθικνουμένην τῆς ἀκοῆς.