Ancient Greek
Chapter 10, Verse 18
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.18.1
Not analysed yet
Χρυσοστόμου. Δείξας ὅτι δεῖ πιστεῦσαι τοῖς προφήταις, ἀεὶ τὰ τοῦ Θεοῦ λέγουσι, καὶ ἀκροάσεως μηδὲν πλέον ἐπιζητῆσαι, ἐπάγει λοιπὸν ἀντίθεσιν, καὶ φησὶ, “ἀλλὰ λέγω, μὴ, οὐκ ἤκουσαν ”τι γάρ φησιν, εἰ ἀπεστάλησαν οἱ κηρύσσοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, οὗτοι δὲ οὐκ ἤκουσαν ; εἶτα μεθ’ ὑπερβολῆς ἁπάσης ἡ λύσις τῆς ἀντιθέσεως. τί λέγεις ; οὐκ ἤκουσαν ; ἡ οἰκουμένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν. καὶ ὑμεῖς πη οἷς τοσοῦτον ’τον οἱ κήρυκες διέτριψαν χρόνον, καὶ ὅθεν ἦσαν, οὐκ ἠκούσατε ; καὶ πῶς ἃν ἔχοι λόγον ;