Ancient Greek
Chapter 10, Verse 18
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.18.2
Not analysed yet
Θεοδωρήτου. Πῶς γὰρ οἷόν τε ἦν Ἰουδαίους μὴ ἀκοῦσαι τῶν κατὰ τὴν οἰκουμένην ἀκηκοότων ἐθνῶν ; πρώτοις γὰρ αὐτοῖς οἱ κήρυκες τῆς ἀληθείας προσήνεγκαν τὰ κηρύγματα. καὶ γὰρ αὐτὸς ὁ Κύριος πρὸς αὐτοὺς ἔφη, “πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα “τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” καὶ ἐν ταῖς Πράξεσιν οἱ Ἀπόστολοι, “ὑμῖν ἦν πρῶτον ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ “Θεοῦ. μὴ, τοίνυν, φησὶ, Θεὸς μὲν καὶ προεβίβασεν Ἀποστόλους, καὶ ἀπεκάλυψεν αὐτοῖς ἃ κηρύξουσιν, αὐτοὶ δὲ κατερραθύμησαν. καὶ τοῖς οὐ πιστεύσασι, τὸ μὴ ἀκοῦσαι τοῦ κηρύγματος τῆς ἀπιστίας παραίτιον γέγονεν ; οὐκ ἔστιν εἰπεῖν οὐδὲ τοῦτο. μᾶλλον γὰρ ἐπὶ τούτων ἀληθέστερον γένοιτο τὸ τοῦ Δαβὶδ, τὸ, “εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,” καὶ τὰ ἑξῆς. τοῦτο δὲ πρόδηλον, ὅτι οὐχ ὡς προφητικῶς περὶ αὐτῶν εἰρημένον τέθεικεν, ἀλλ’ ὡς ἁρμόττειν δυνάμενον τοῖς παροῦσι πράγμασιν.