Ancient Greek
Chapter 10, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.5.1
Not analysed yet
Χρυσοστόμου. Ἐπειδὴ τὰ εἰρημένα ἀπόφασις ἦν, ἀπὸ τῶν γραφῶν αὐτὰ πάλιν πιστοῦται· ὃ δὲ λέγει, τοῦτό ἐστι. Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ὁποία τίς ἐστι. ποία τοίνυν ἐστὶ καὶ πόθεν συνίσταται ; ἀπὸ τοῦ πληρωθῆναι τὰς ἐντολάς. “ὁ ποιήσας αὐτά, φησι, “ἐν αὐτοῖς ζήσεται.” καὶ ἄλλως οὐκ ἔνι δίκαιον γενέσθαι ἐν νόμῳ, ἀλλ’ ἣ πάντα πληρώσαντα. τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. οὐκοῦν διαπέπτωκεν ἡ δικαιοσύνη αὕτη.