Ancient Greek
10.5.2 to 10.5.5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.5.2-5
Not analysed yet
Γενναδίου. Ἐκ συγκρίσεως δὲ τῆς πρὸς τὸν νόμον, δεικνὺς τῆς χάριτος τὸ φιλότιμον, λέγει, φησι, ὁ Μώσης, μὴ πρότερον ἐν νόμῳ δικαιοῦσθαί τινα, ἕως ἃν πληρώσῃ τὰ τοῦ νόμου ἅπαντα παραγγέλματα. Θεοδωρήτου. Πρὸς γοῦν τὸ δεῖξαι νόμου καὶ χάριτος τὴν διαφορὰν, καὶ ἀμφοτέρων εἰσάγει Μωσέα τὸν νομοθέτην διδάσκαλον, λέγοντα, ὅτι ὁ τὰ τοῦ νόμου πάντα πεπληρωκὼς, καρπὸν ἔχει τῆς φυλακῆς, τὴν ζωήν. ἡ δὲ τυχοῦσα παράβασις, τὴν τιμωρίαν ἐπάγει. Κλήμεντοσ. Ἢ ζωὴν λέγει, τὴν τῶν Ἑβραίων ἐπανόρθωσιν· τήν τε τῶν πέλας δι᾿ ἡμῶν αὐτῶν συνάσκησίν τε καὶ προκοπήν. οἱ γὰρ νεκροὶ τοῖς παραπτώμασι, ζωοποιοῦνται σὺν τῷ Χριστῷ διὰ τῆς ἡμετέρας διακονίας. Διοδώρου. Ἢ τὸ ζήσεται ἐν αὐτοῖς ἐμφαίνει, ὡς ὁ τὸν νόμου πληρώσας, ἐκείνων μόνων ἀπολαύσειε τῶν διὰ τοῦ νόμου ἐπηγγελμένων ἀγαθῶν· τουτέστι γῆς ῥεούσης μέλι καὶ γάλα.