Ancient Greek
Chapter 10, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.6.2
Not analysed yet
Θεοδωρήτου. Τὸ δὲ, “ἡ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει,” ἀντὶ τοῦ, περὶ δὲ τῆς ἐκ πίστεως δικαιοσύνης, οὕτως λέγει. οὐ γὰρ ἡ δικαιοσύνη ταῦτα λέγει, ἀλλὰ διὰ Μώσεως, ὁ τῶν ὅλων Θεὸς περὶ τοῦ νόμου ταῦτα εἴρηκε· διδάσκων Ἰουδαίους, ὡς δίχα πόνων τὴν τῶν πρακτέων διδασκαλίαν ἐδέξαντο. ὁ μέντοι θεῖος Ἀπόστολος, εἰς τὸν περὶ πίστεως ταῦτα ἐξείληφε λόγον. διδάσκων, ὡς, οὐ δεῖ τὴν δεσποτικὴν οἰκονομίαν περιεργάζεσθαι, ἀλλὰ πίστει καρποῦσθαι τὴν σωτηρίαν. καὶ ἐπάγει, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅπερ Μωϋσῆς φησι περὶ τῶν νομικῶν εἴρηκεν ἐντολῶν, τοῦτο ἡμεῖς περὶ τῆς πίστεως λέγομεν, “ὅτι “ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματι σου Κύριον Ἰησοῦν· καὶ πιστεύ- “σῇς ἐν τῇ καρδίᾳ σου, σωθήσῃ. καρδίᾳ γὰρ πιστεύεται εἰς “δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” ἀμφοτέρων γὰρ χρεία. καὶ πίστεως ἀληθοῦς, καὶ βεβαίας ὁμολογίας σὺν παρρησίᾳ γινομένης. ἵνα καὶ ἡ καρδία κοσμῆται τῷ ἀναμφιβόλῳ τῆς πίστεως· καὶ ἡ γλῶττα λαμπρύνηται, ἀδεῶς κηρύττουσα τὴν ἀλήθειαν.