Ancient Greek
Chapter 10, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 10.6.3
Not analysed yet
Γενναδίου. Ὅπερ τοίνυν ἐλέγετο περὶ τῆς τοῦ νόμου δόσεως ἐκείνης, τοῦτο καὶ ἡμῖν νῦν ἐπὶ τῆς διὰ Χριστοῦ χάριτος ἐφαρμόζει. οὐ χρὴ οὖν διαπιστεῖν ἡμᾶς, ἢ περὶ τῆς ἐξ οὐρανοῦ τοῦ Σωτῆρος καθόδου, ἣ περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ πάλιν ἀνόδου. ἀλλὰ τελείᾳ καρδίᾳ πεπιστευκότας, ὁμολογεῖν καὶ διὰ γλώττης τὴν χάριν. περιγενήσεσθαι γὰρ ἡμῖν τοῦτο ποιοῦσι τὴν διὰ τῆς δικαιώσεως σωτηρίαν συμβῇ. τὸ γὰρ εἰς δικαιοσύνην καὶ τὸ εἰς σωτη- ρίαν, διεῖλε συνήθως. καὶ τὸ μὲν, τῆ πίστει τῆς καρδίας· τὸ δὲ, τῇ ὁμολογίᾳ τοῦ στόματος ἀποδέδωκεν. ἑκατέροις ἁρμόζοντος ἑκατέρου. καρδίᾳ μὲν γάρ, φησι, πιστευόμενος ὁ Χριστὸς δικαιοῖ· στόματι δὲ ὁμολογούμενος, σώζει.