Ancient Greek
Chapter 11, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.1.1
Not analysed yet
Χρυσοστόμου. τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, ὃ διὰ τῶν ἔμπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι. ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἔστηκε. διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε τὸν λαόν· ἀλλὰ προσέθηκεν “ὃν προέγνω.” εἶτα ἐπάγων ἀπόδειξιν τοῦ μὴ ἀπῶσθαι τὸν λαὸν, φησὶν, “καὶ γὰρ ἐγὼ Ἰσραηλίτης, ἐκσπέρματος Ἁβραὰμ φυλῆς Βενϊαμίν.” ἐγὼ φησὶ ὁ διδάσκαλος, ὁ κήρυξ. ἐπεὶ οὖν ἐδόκει ἐναντίον εἶναι τοῖς ἔμπροσθεν εἰρημένοις, τοῖς λέγουσι, “τίς ἐπίστευσε τῇ ἀκοῇ ;” καὶ ““τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. καὶ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει·” οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν “μὴ γένοιτο·” ἀλλὰ καὶ κατασκευάζει αὐτὸ, πάλιν ἀναλαμβάνων καὶ λέγων, “οὐκ ἀπώσατο “ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ φησὶν, ἀλλ’ ἀπόφασις· ὅρα οὑν τὴν κατασκευὴν, τήν τε προτέραν καὶ τὴν μετ’ ἐκείνην. προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν. οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτὸν ἔμελλεν, ᾧ τὲ κήρυγμα ἅπαν, καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἐκεῖθεν ἐξελέξατο. αὕτη μὲν οὖν μία κατασκευή. δευτέρα δὲ μετ’ ἐκείνην, τὸ εἰπεῖν “τὸν “λαὸν ὃν προέγνω,” τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα, καὶ τὴν πίστιν δεξάμενον. καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι, καὶ μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες. ἵνα γὰρ μὴ λέγῃ τις, σὺ οὖν ὁ λαὸς εἶ. καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη, ἐπήγαγεν, “οὐκ ἀπώσατο τὸν λαὸν ὃν προέγνω·” ὡς ἂν εἰ ἔλεγεν, ἔχω μετ’ ἐμοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους, ἔχω μυρίους.