Ancient Greek
Chapter 11, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.1.2
Not analysed yet
Θεοδωρήτου. Ἠδύνατο μὲν οὖν τὴν ἀπόδειξιν τοῦ μὴ ἀπωσθῆναι τὸν λαὸν καὶ ἐξ ἑτέρων πολλῶν παρασχεῖν, καὶ ἀγαγεῖν εἰς μέσον, τούς τε ἐν Ἱεροσολύμοις πεπιστευκότας τρισχιλίους. καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, “καὶ “τοὺς κατὰ τὴν οἰκουμένην τῶν Ἰουδαίων δεξαμένους τὸ κήρυγμα.” ἀλλ’ ἀντὶ τούτων πάντων ἑαυτὸν ἐπιδείκνυσιν. εἰ ἀπώσατο, λέγων, ὁ Θεὸς τὸν λαὸν, εἷς ἃν ἦν τῶν κατηγορουμένων κἀγώ. ἐξ ἐκείνης γὰρ κἀγὼ τῆς ῥίζης ἐβλάστησα, καὶ τὸν Ἁβραὰμ αὐχῶ πρόγονον, καὶ τὸν Βενϊαμὶν φύλαρχον· καὶ τῇ τοῦ Ἰσραὴλ προσηγορίᾳ σεμνύνομαι. καλῶς δὲ “καὶ ὃν προέγνω,” προσέθηκε. τουτέστι, τοὺς τῆς θεογνωσίας ἀξίους, τοὺς τῆς πίστεως δεξαμένους τὴν αἴγλην.