Ancient Greek
Chapter 11, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.1.5
Not analysed yet
Κυρίλλου. Ἐμφρόνως τοίνυν ὁ Παῦλος, καίτοι παθόντα τὸν σκοτισμὸν, οὐκ ἐᾷ μειζόνως κατασκληρύνεσθαι τὸν Ἰσραὴλ ταῖς εισαπαν απογνωσεσι. μέτεισι ’δε ὡσπερ εὐτέχνως ταῖς χρηστοεπείαις. ἄρτι μὲν γὰρ ὡς ἀπειθῆ κατῃτιᾶτο τὸν Ἰσραήλ. ἐλπίδος γε μὴν τῆς ἄνωθεν οὐκ ἀπογυμνοῖ, οὔτε μὴν ὁλοτρόπως τῆς πρὸς Θεὸν οἰκειότητος, ἐξωσθῆναι φησίν. καὶ σαφῶς τοῦ πράγματος ποιεῖται ἀπόδειξιν· ἑαυτὸν παραθεὶς ὄντα Ἰσραηλίτην, ἐκ σπέρματος Ἁβραὰμ, εὐφυέστατα, καὶ Θεοῦ λαὸν ἀποκαλῶν ἔτι, καὶ προστιθεὶς τὸ, “μὴ γένοιτο,” τοῖς περὶ τοῦ ἀπῶσθαι λόγοις. ταῦτα δὲ ἦν, οἱονεὶ περισαίνοντος τοὺς ἀπειθεῖν ἑλομένους, καὶ θωπικῶς ὑποτρέχοντος, καὶ εἰς ἕξιν αὐτοὺς ἀποφέροντος τὴν εὐσεβῆ καὶ εὐήνιον. εἴπερ οὐν ἐστιν ἐναργὲς, ὡς κέκληται πρὸς ἀποστολὴν αὐτός· τέθειται δὲ καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ἱερουργὸς εἰς τὰ ἔθνη, κήρυξ καὶ Ἀπόστολος. καίτοι ὑπάρχων ἐξ Ἰσραὴλ, πρόδηλον, ὡς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.