Ancient Greek
11.1.3 to 11.1.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.1.3-4
Not analysed yet
Γενναδίου. Διὰ τῆς προσθήκης ταύτης ἐμφήνας, οὐδὲ λαὸν εἶναι τοὺς ἄλλους, Θεοῦ, κἂν τὸν αὐτὸν τούτοις ἐπιγράφοιντο κάτα σάρκα προπάτορα. Θεοδώρου Μονάκου. Τέως δείκνυσιν ὅτι ἐστὶν ἐν τῶ ἔθνει αὐτῶν τινὲς, ἄξιοι σωτηρίας. διὸ φησὶν “ὃν προέγνω.” τουτέστιν ὃν ᾔδει εὐσεβῆ ἐσόμενον. καὶ ἰσχυρῶς τοῦτο ἐφ’ ἑαυτοῦ πιστοῦται, ἐν ᾧτ’ καὶ ἑαυτὸν Ἰσραηλίτην φησίν. εἰ γὰρ πάντα λέγων τὸν Ἰσραὴλ ἀπώσατο, πῶς ἐγὼ ἐσωζόμην, καὶ γέγονα Ἀπόστολος, Ισραηλίτης ὤν ;