Ancient Greek
Chapter 11, Verse 11
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.11.1.1
Not analysed yet
Χργσοστόμου. Καθαψάμενος αὐτῶν σφοδρῶς, καὶ ἀφ’ ὧν ἠπίστησαν, καὶ ἀφ’ ὧν ἔπαθόν τε καὶ ἔμελλον πείσεσθαι· καὶ δείξας μυρίων κακῶν ὄντας ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ. καὶ σκόπει τὴν σύνεσιν τοῦ Παύλου. τὴν μὲν κατηγορίαν, ἀπὸ τῶν προφητῶν εἰσήγαγε· τὴν δὲ παραμυθίαν, παρ’ ἑαυτοῦ τίθησιν. ὅτι μὲν γὰρ αὐτοῖς ἡμάρτηται μεγάλα φησὶν, οὐδεὶς ἀντερεῖ. ἴδωμεν δὲ εἰ τοιοῦτον τὸ πτῶμα ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν. ἀλλ’ οὐκ ἔστι τοιοῦτον. εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται· καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων ὡμολογημένων; ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ. ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, κατὰ τὸν καιρὸν τῆς συντελείας. ἀλλ’ εὐθέως μὲν τοῦτο οὐ λέγει. ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας. προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν· ἵνα μὴ ταύτῃ καὶ τούτῳ εἰς ἀπόγνωσιν ἐμβαλὼν ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ. καὶ φυσηθέντες καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν τῆς πίστεως λόγον, πάλιν παραμυθεῖται αὐτοὺς, λέγων, “ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς “ἔθνεσι.” Δεῖ δὲ ἡμᾶς οὐχ ἁπλῶς ἀκούειν τῶν λεγομένων, ἀλλὰ τὴν γνώμην εἰδέναι, καὶ τὸν σκοπὸν τοῦ λέγοντος· καὶ τι κατορθῶσαι ἐσπούδακεν. ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην. ἃν γὰρ μετὰ τῆς διανοίας ταύτης δεξώμεθα τὰ εἰρημένα, ἐν οὐδενὶ τούτων ὀψόμεθα δυσκολίαν οὖσαν. τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν, καθελεῖν. οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν ἔμελλον ἐν τῇ πίστει, μετριάζειν μαθόντες. καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇ χάριτι προθυμότεροι προσιέναι. πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωμεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγομένων. τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπταισαν, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν ἀπὸ τῶν ἐθνῶν; οὕτω λέγων, “τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλωσαι αὐτούς. Οὗτος δὲ οὐκ αὐτοῦ μόνως ὁ λόγος, ἀλλὰ καὶ ἐν τοῖς εὐαγγελίοις τοῦτο βούλονται αἱ παραβολαί. καὶ γὰρ ὁ τοὺς γάμους ποιήσας τῷ υἱῷ, ἐπειδὴ οἱ κεκλημένοι οὐκ ἠθέλησαν εἰσελθεῖν, τότε τοὺς ἐν ταῖς τριόδοις ἐκάλεσε. καὶ ὁ τὸν ἀμπελῶνα δὲ καταφυτεύσας, ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόμον, τότε ἐξέδωκεν ἑτέροις τὸν ἀμπελῶνα. καὶ χωρὶς δὲ παραβολῆς ἔλεγεν αὐτοῖς ὁ Χριστὸς, “οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπο- “λωλοκότα οἴκου Ἰσραήλ.” καὶ τῇ Συροφοινικίσσῃ δὲ πλέον τί, πάλιν ἔλεγεν, “οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον “τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις.” καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν Ἰουδαίων, “ὑμῖν ἦν πρῶτον,” φησὶ, “ἀναγ- “καῖον, λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρί- “νᾶτε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.” καὶ διὰ πάντων δηλοῦται, ὅτι ἡ μὲν ἀκολουθία τῶν πραγμάτων αὕτη ἦν· ἐκείνους προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν. ἐπειδὴ δὲ ἠπίστησαν, ἀντεστράφη ἡ τάξις. καὶ ἡ ἀπιστία αὐτῶν καὶ τὸ παράπτωμα, πρώτους ἐποίησεν εἰσενεχθῆναι τούτους. διὸ φησὶ, “τῷ αὐτῶν “παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι “αὐτούς.” εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουμένως γεγε- νημένον λέγει, μὴ θαυμάσῃς. βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι τὰς ψυχὰς πεπληγμένας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ἦλθε πρὸς αὐτοὺς ὁ Ἰασοῦς. οὐκ ἐδέξαντο αὐτὸν, μυρία θαυματουργοῦντα, ἀλλ’ ἐσταύρωσαν. ἀπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων τιμὴ δάκνουσα αὐτῶν τὴν ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν. ἔδει μὲν γὰρ δεχθῆναι πρῶτον ἐκείνους, καὶ τότε ἡμᾶς. διὸ καὶ ἔλεγε, “δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ “πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.” ἐπειδὴ δὲ οἱ ὕστεροι πρῶτοι γεγόναμεν. εἶδες τοίνυν, πόσην αὐτοῖς κἀντεῦθεν συνάγει τιμήν; μίαν μὲν ὅτι τότε, φησὶν, ἡμᾶς κληθῆναι, ὅτε αὐτοὶ οὐκ ἠθέλησαν. δευτέραν δὲ, ὅτι διὰ τοῦτο φησὶ κληθῆναι, οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ’ ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. τι οὖν φησίν; εἰ μὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθημεν καὶ ἐσώθημεν, οὐκ ἃν πρὸ ἐκείνων, ἀλλ’ ἐν τῇ προσηκούσῃ τάξει. διὸ καὶ ὅτε τοῖς μαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, “πορεύεσθε πρὸς τὰ “πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ,” ἀλλὰ “πορεύεσθε “πρὸς τὰ πρόβατα.” δεικνὺς ὅτι καὶ πρὸς ἐκεῖνα δεῖ μετὰ ταῦτα ἀπελθεῖν.