Ancient Greek
Chapter 11, Verse 11
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.11.2
Not analysed yet
Γενναδίου. Καταγωνισάμενος οὖν ἱκανῶς τὴν τῶν Ἰουδαίων μερίδα, τετυφωμένων εἰκῆ διὰ τὸν νόμον, καὶ αὐτῶν σφάλμα διόλου τὴν αὐτῶν δείξας ἀποβολὴν, καὶ οὐ τοῦ κηρύγματος. ἵνα μὴ η αὐτοὶ πέρι ἑαυτῶν, η καὶ οἱ πεπιστευκότες πέρι ἀυτῶν, ὡς περὶ παντάπασιν ἀπολωλότων ἔχοντες τέλεον ἀπογνῶσιν, επήγαγε, “λέγω οὖν, μὴ, ἀπώσατο ὁ Θεός; μὴ, ἔπταισαν ἵνα πέσωσιν ”ἆρ’ οὖν τὴν ἁμαρτίαν αὐτῶν ἀνίατον εἰς τὸ παντελὲς εἶναι φημί; τὸ γὰρ “ἵνα,” κἀνταῦθα, κατὰ τὸ σύνηθες λέγει. “μὴ γένοιτο.” τοὐναντίον γὰρ τούτων πταισάντων προσεκλήθη. ὡς ἃν εἰς τὸν πρὸς αὐτοὺς ζῆλον ταύτῃ ἐρεθισθέντες, μὴ ἐναπομείνοιεν εἰς τὸ διηνεκὲς ἐν τῳ πτώματι.