Ancient Greek
Chapter 11, Verse 11
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.11.4
Not analysed yet
Φωτίου. Ἐπειδὴ δὲ τῶν προσπταιόντων, οἱ μὲν πταίοντες ὐποσκελίζονται μόνον, οἱ δὲ καὶ καταπίπτουσι, θέλων τοὺς Ἰουδαίους, ἅμα μὲν εἰς τὴν πίστιν προτρέψαι, ἅμα δὲ καὶ παραμυθήσασθαι, φησὶ, ὅτι τὸ πταῖσμα αὐτῶν οὐκ εἰς κατάπτωσιν τελείαν γέγονεν, ἀλλὰ μόνον οἱον ὑπεσκελίσθησαν. καὶ τοῦτο δι’ οἰκονομίαν τινὰ συνεχωρήθη. ἵνα τῷ ἐκείνων παραπτώματι γένηται μὲν ἡ σωτηρία τοῖς ἔθνεσι, γένηται δὲ καὶ αὐτῶν ἐκείνων διόρθωσις, παραζηλούντων καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν. ὥστε τὸ προσπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνόρθωσιν συντελεῖ τὴν αὐτῶν. εἴπερ ἐν μὲν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν· ἐν δὲ τῇ σωτηρίᾳ ἐκείνων ἡ τούτων παραζήλωσις· διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἐπανόρθωσις. τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ πρόνοια. ἐξ ἀπόρων πόρους παρέχει, καὶ ἐκ τῶν ἐναντίων τὰ χρηστότερα· οἱ μὲν γὰρ Ἰουδαῖοι, ἔπταισαν, ὥστε πεσεῖν καὶ κεῖσθαι, καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινὸς γενέσθαι αἴτιοι. ὁ δὲ Χριστὸς τῷ αὐτῶν παραπτώματι, καὶ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν, καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἐχρήσατο ἐπανόρθωσιν.