Ancient Greek
Chapter 11, Verse 11
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.11.5
Not analysed yet
Κυρίλλου. Ὡς ἄγαμαί σε τῆς ἐπιεικείας, ὦ θεσπέσιε Παῦλε. μεταχειρίζῃ γὰρ εὐτέχνως τῆς οἰκονομίας τοὺς λόγους. οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκλῆσθαι τὰ ἔθνη διατεινόμενος· ἵνα εἰσάπαν ἀποπέσοι τῆς πρὸς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, οἷά τινι λίθῳ περιπταίσας Χριστῷ. ἀλλ’ ἵνα μᾶλλον τοὺς ἀδοκήτως εἰσδεδεγμένους παραζηλοῦντες, μεταμαθεῖν ἕλοιντο τὰ αἰσχίω d. καὶ φρονεῖν ἄμεινον ἣ πρίν· παραδέξαιντό τε οὕτω τὸν λυτρωτήν. παραστήσεται δὲ ὁ λόγος ὡς ἐν βραχεῖ παραδείγματι. παῖδες μὲν γὰρ ἔσθ’ ὅτε μικροὶ τὲ καὶ ἄνηβοι, τὰς τοῖς ἔτι νηπίοις πρεπούσας εἰσδέχονται λύπας. εἶτα πατέρες ἣ μητέρες ἀποδραμόντες βραχὺ, ἀπροφάσιστον μὲν τῶν ὀμμάτων καταχέουσι δάκρυον. λυποῦσι δὲ οὐ μετρίως τοὺς γεγεννηκότας. φέρει γὰρ εἰς τοῦτο, τῆς φυσικῆς φιλοστοργίας ὁ νόμος. καὶ δὴ τῆς μικροψυχίας καὶ εἰ- καιότητος νηπιοπρεποῦς ἀφιστάντες εὐτέχνως, παιδίον ἁπλῶς τὸ παρατυχὸν ἁρπάζουσι. καὶ τούτῳ προσάγουσι τὰς παρὰ σφῶν τιμάς. παραζηλοῦντες ἐκεῖνο καὶ οἷον κατερεθίζοντες εἰς ὑποστροφὰς, καὶ ἀγάπησιν τὴν ἐφ’ ἑαυτοῖς. τοιοῦτόν τι πεπρᾶχθαι καθάπερ ἐγῷμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα τὸν Ἰσραήλ.