Ancient Greek
Chapter 11, Verse 12
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.12.1
Not analysed yet
Χργσοστόμου. Ἐνταῦθα πρὸς χάριν αὐτοῖς διαλέγεται. καὶ γὰρ εἰ μυριάκις οὗτοι παρέπεσον, οὐκ ἃν ἐσώθησαν τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξαντο. ὥσπερ οὖν οὐδ’ ἃν Ἰουδαῖοι ἀπώλοντο, εἰ μὴ ἠπίστησαν καὶ ἐφιλονείκησαν. ἀλλ’, ὥσπερ ἔφην, παραμυθεῖται αὐτοὺς κειμένους. ἐκ περιουσίας παρασκευάζων θαρρεῖν ὑπὲρ τῆς σωτηρίας αὐτῶν, εἰ μετάθοιντο. εἰ γὰρ ὅτε, φησὶ, προσέκρουσαν, τοσοῦτοι σωτηρίας ἀπέλαυσαν, καὶ ἐν τῷ ἐκβληθῆναι ἐκείνους τοσοῦτοι ἐκλήθησαν, ἐννόησον τι ἔσται ὅταν ἐπιστρέψωσιν. οὐ γὰρ εἶπε, πόσῳ μᾶλλον ἡ ἐπιστροφὴ αὐτῶν, οὐδὲ ἡ μεταβολὴ αὐτῶν, οὐδὲ τὸ κατόρθωμα αὐτῶν, ἀλλὰ “πόσῳ μᾶλλον τὸ πλήρωμα “αὐτῶν ;” τουτέστιν ὅταν πάντες εἰσιέναι μέλλουσι. τοῦτο δὲ εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόμενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ. καὶ σχεδὸν τὸ πᾶν.