Ancient Greek
11.12.2 to 11.12.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.12.2-3
Not analysed yet
Κυρίλλου. Εἰ γὰρ πεπλούτηκεν ὁ κόσμος τὴν πρὸς Θεὸν οἰ- κειότητα, διὰ τὸ προσκροῦσαι τὸν Ἰσραὴλ, καὶ διὰ τὴν Ἰουδαίων εὐήθειαν προσελήφθη τὰ ἔθνη, τίς ἂν εἴη ἡ πρόσληψις αὐτῶν; ἣ μονονουχὶ θανάτου λύσις, καὶ οἷον, ζωὴ ἐκ νεκρῶν; καὶ ὅτι μέλλουσιν ἐπιστρέφειν, ἐκ πολλῶν ἐστι θείων καταμαθεῖν λογίων. Θεοδωρήτου. Ἣ καὶ οὕτως. εἰ γὰρ τῶν πλειόνων ἀπιστηαάντων οἱ ἐξ αὐτῶν πεπιστευκότες, τοῖς ἔθνεσι τῆς θεογνωσίας τὸν πλοῦτον προσήνεγκαν, δηλονότι πάντες πιστεύσαντες, μειζόνων ἀγαθῶν πᾶσιν ἀνθρώποις ἐγένοντο ἃν πρόξενοι. ῥᾷον γὰρ ἐπίστευον πάντες, οὐκέτι τούτων ἀντιλεγόντων, ἀλλὰ μεθ’ ἡμῶν τὴν ἀλήθειαν κηρυττόντων.