Ancient Greek
Chapter 11, Verse 13
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.13.2
Not analysed yet
Κυρίλλου. Εἰς ὁμοψυχίαν οὖν καὶ εἰρήνην τοὺς ἐξ ἐθνῶν πιστοὺς καὶ Ἰουδαίων ἐφέλκεται. ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν, ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν. δοξάζειν δέ φησιν τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκείας ἐπιθυμῶν, ἀλλ’ ἵνα, φησὶ, παραζηλώσωμεν τὴν σάρκα. σάρκα δὲ ὀνομάζει τὸν Ἰσραήλ· ἤτοι τὸ κατὰ σάρκα γένος. ὁμοῖον οὖν ὡς εἰ λέγοι. εὐκλεᾶ καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ πᾶσιν ἀνθρώποις χρειωδεστά- χρειωδεστάτην. οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλήν. ἀλλ’ ἴνα σώσω τὸ κάτα σάρκα μου γένος. διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, εἰς τὸ ἑλέ- σθαι τὴν διὰ Χριστοῦ δικαιοῦσαν χάριν. οὓς συγγενεῖς καὶ ἀδελ- φοὺς ἀνωτέρω εἰπὼν, ἐνταῦθα “σάρκα” καλεῖ, πλέον αὐτοὺς οἰκειούμενος.