Ancient Greek
Chapter 11, Verse 13
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.13.3
Not analysed yet
Θεοδωρήτου. ’σάρκα αὐτοῦ τοὺς Ἰουδαίους λέγει, ὡς κατὰ μὲν τὸ φρόνημα ἀλλοτρίους ὄντας, μόνης δὲ αὐτῷ κοινωνοῦντας τῆς συγγενείας. τοῖς δὲ ἐξ ἐθνῶν πεπιστευκόσιν, ἐντεῦθεν προσ- φέρει παραίνεσιν, μετρίῳ κεχρῆσθαι φρονήματι. δύο κατὰ ταὐτὸν μηχανώμενος. καὶ τούτων τὴν ὀφρῦν καταστέλλων, καὶ δεδιέναι παρασκευάζων· καὶ Ἰουδαίους εἰς τὴν τῆς πατρῴας κληρονομίας κοινωνίαν προτρέπων. ἐπειδή με γάρ, φησι, τῶν ἐθνῶν ὁ Θεὸς προὔβαλε κήρυκα, ἀναγκαίως τὴν σωτηρίαν τῶν ἐθνῶν πραγμα- τεύομαι, καὶ τοὺς ὑπὲρ τούτων ποιοῦμαι λόγους. καὶ τοὺς θείους προφήτας ἄνωθεν ταῦτα δείκνυμι προθεσπίσαντας· ἵνα ταύτῃ γοῦν Ἰουδαίους εἰς ζῆλον ἐρεθίσω, καί τινας ἐξ αὐτῶν μεταλαχεῖν πα. . ρασκευασω τῆς σωτηρίας.