Ancient Greek
Chapter 11, Verse 16
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.16.3
Not analysed yet
Θεοδωρήτου. Κλάδοι δέ εἰσιν ὁ τῶν Ἰουδαίων λαὸς, ὡς ἐκ τῆς ῥίζης τοῦ Ἁβραὰμ βλαστήσας· πιότης δὲ ἐλαίας, ἡ εὐσεβείας διδασκαλία. παρακελεύεται τοίνυν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, τῶν ἀπιστησάντων Ἰουδαίων μὴ κατεπαίρεσθαι. τούτους γὰρ ὀνομάζει κλάδους ἀποκλασθέντας. σκοπήσατε δέ, φησιν, ὅτι ὑμεῖς ἐξ ἑτέρας συγγενείας ὁρμώμενοι, εἰς ταύτην ἐνεκεντρίσθητε, καὶ τῆς εὐσεβοῦς ῥίζης ἐδέξασθε τὴν πιότητα. λογίζου δὲ ὁ ἐξ ἐθνῶν καὶ τοῦτο, ὅτι σὲ ἡ ῥίζα φέρει, οὐ σὺ τὴν ῥίζαν. καὶ σὺ ἐκείνης δέη.