Ancient Greek
Chapter 11, Verse 16
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.16.4
Not analysed yet
Κυρίλλου. Σὺ μὲν γὰρ ἀγριέλαιος ἦς, τεθραμμένος ἐν ἀκαρπίᾳ, ἐνεκεντρίσθης δὲ εἰς καλλιέλαιον, εἰς τὸν τῶν κατὰ φύσιν κλάδων ἐμβιβασθεὶς τόπον. διὸ μὴ ὑψηλὰ φρόνει κατὰ τῶν ὠλισθηκότων· μὴ δὲ κατακαυχῶ ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. οὐ γὰρ δύνασαι καυχᾶσθαι ἔπι σοῖς πατράσιν οὐ γὰρ σὸς προπάτωρ ὁ Ἀβραὰμ, ᾧ γέγονας υἱὸς διὰ πίστεως. Οἰκουμενίου. Ἁγίους γε μὴν αὐτοὺς καλεῖ ὁ Ἀπόστολος, εἰς τὴν πίστιν προτρέπων. ὡς εἰ εἶπεν, ἐπιτήδειοι ἐστὲ καὶ πρέποντες. τὸ θέλειν ὑμῖν λείπει μόνον.