Ancient Greek
Chapter 11, Verse 25
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.25.1
Not analysed yet
Χρυσοστόμου. Σκόπει τὸ τοῦ Παύλου ἀνεπαχθὲς. εἰπὼν γὰρ ὅτι “καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει.” καὶ, “οὗτοι “ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ. μεγάλας τοῖς Ἰουδαίοις ὑποφαίνων ἐλπίδας, εἰ βουληθεῖεν. “μυστήριον” δὲ ἐνταῦθα, τὸ ἀγνοούμενον λέγει, τὸ ἀπόρρητον. καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον. τί οὖν ἐστι τὸ μυστήριον τοῦτο; “ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ “γέγονεν.” ἐνταῦθα πάλιν πλήττειν τὸν Ἰουδαῖον δοκῶν, καταστέλλει τὸν ἐξ ἐθνῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλ’ ἐκ μέρους.