Ancient Greek
Chapter 11, Verse 25
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.25.2
Not analysed yet
Θεοδωρήτου. “Μυστήριον” μὲν οὖν ἐστι τὸ μὴ πᾶσι γνώριμον, ἀλλὰ μόνοις τοῖς θαρρουμένοις. λέγει δὲ ὅτι βούλομαι ὑμᾶς μαθεῖν, ὅπερ οἴδαμεν περὶ τῶν προκειμένων μυστήριον. ἵνα μὴ σφόδρα ἡγούμενοι ἑαυτοὺς συνετοὺς, ὑψηλὸν ἐντεῦθεν δέξησθε φρόνημα. τὸ δὲ μυστήριον ἐστὶν, “ὅτι πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ. ἀπὸ μέρους· οὐ γὰρ πάντες ἠπίστησαν, ἀλλὰ πολλοὶ καὶ ἐξ ἐκείνων ἐπίστευσαν. παρεγγυᾷ δὲ μὴ δὲ τῶν ἄλλων ἀπαγορεῦσαι τὴν σωτηρίαν. τῶν γὰρ ἐθνῶν δεξαμένων τὸ κήρυγμα, πιστεύσουσι κἀκεῖνοι, Ἠλία τοῦ πάνυ παραγινομένου, καὶ τῆς πίστεως αὐτοῖς τὴν διδασκαλίαν προσφέροντος· τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη, “Ἠλίας ἔρχεται, καὶ “ἀποκαταστήσει πάντα.” πάντα δὲ, Ἰσραὴλ κἀκεῖ, τοὺς πιστεύοντας, εἴτε ἐξ Ἰουδαίων εἶεν, τὴν φυσικὴν συγγένειαν πρὸς τὸν Ἰσραὴλ ἔχοντες, εἴτε ἐξ ἐθνῶν κατὰ τὴν τῆς πίστεως συγγένειαν αὐτῷ συναπτόμενοι.