Ancient Greek
Chapter 11, Verse 25
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.25.3
Not analysed yet
Θεοδώρου Μονάχου. Ταῦτά γε μὴν λέγω φησὶν, ἵνα μὴ τῇ ἑαυτῶν γνώμῃ ἕπησθε ὥσπερ φρόνιμοι. ἄλλως γὰρ ὑμεῖς νομίζετε, καὶ ἄλλως ἔχει τὰ πράγματα. οὐ γὰρ ὡς οἴεσθε εἰς τὸ παντελὲς ἐξεβλήθη ὁ Ἰσραὴλ, ὡς ἀπαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ πώρωσις γέγονε μέχρι τινὸς καιροῦ, ἕως οὗ εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν. ὧν εἰσελθόντων, καὶ ὁ Ἰσραὴλ σωθήσεται, Ἠλία παραγεγονότος πρὸς αὐτούς. πλήρωμα δὲ ἐθνῶν λέγει, τὸ σύστημα τὸ πεπληρωμένον Πνεύματος Ἁγίου. ἣ καὶ πᾶν γένος ἐθνῶν, ὡς μηδὲν ἐλλείπειν, ἀλλὰ πλῆρες εἶναι καὶ τέλειον. ὥσπερ δὲ πάντα τὰ ἔθνη σώζεσθαι φαμὲν τῷ πανταχόθεν καὶ ἐκ πάντων τῶν ἐθνῶν εἶναι τοὺς προσιόντας τῇ πίστει, οὕτω καὶ τὸ, “πᾶς Ἰσραὴλ,” οὐ πανδημεὶ τοὺς πάντας σωθῆναι σημαίνει· ἀλλ’ ἤτοι τοὺς ὑπὸ τοῦ Ηλία καταλαμβανομένους, ἣ τῶν ἁπανταχῆ καὶ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένων, τοὺς μέλλοντας προσιέναι τῇ πίστει. Εφη δέ τις περὶ τούτων, καὶ οὕτως.