Ancient Greek
Chapter 11, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.27.2
Not analysed yet
Θεοδωρήτου. “Καὶ αὕτη,” φησὶν, “αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη. ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν·” εἰ ἡ κατὰ νόμον πολιτεία δωρεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, αὐτὴν ὁ προφητικὸς προεθέσπισε λόγος. εἰ δὲ κολάζει μὲν ὁ νήιος τοὺς παραβαίνοντας· ἀεὶ δὲ παρανομίαν ἐνεκλήθησαν οἱ Ἰουδαῖοι, εὔδηλον ὡς τὴν διὰ τοῦ βαπτίσματος χορηγουμένην ἄφεσιν ὁ λόγος δηλοῖ· τὸ δὲ ἐχθροὶ δι’ ὑμᾶς, τοῦτό ἐστιν, ὅταν εἰς ὑμᾶς ἀποβλέψω, ὧν τὴν διδασκαλίαν ἐνεχειρίσθην, ἐχθροὺς ἐκείνους ὑπολαμβάνω καὶ δυσμενεῖς, πάντα εἰς ὑμετέραν βλάβην ἐργαζομένους. ὅταν δέ γε εἰς τοὺς προγόνους ἀπίδοι, καὶ λογίσωμαι ὡς ἐκείνους ἐξ ἁπάσης τῆς οἰκονομίας ἐξελέξατο, στέργω δι’ ἐκείνους καὶ τούτους· καὶ τοῦτο δὲ, καὶ τὸ, “ἀμεταμέλητα τὰ χαρίσματα καὶ “ἡ κλῆσις τοῦ Θεοῦ,” εἰς προτροπὴν λέγει τῶν Ἰουδαίων. ὅτι γὰρ ἃ δίδωσιν ὁ Θεὸς ἀγαθὰ πάλιν λαμβάνει, ὅταν ἴδῃ τοὺς εἰληφότας ἀχαριστήσαντας, μάρτυς ὁ Σαοὺλ, πνευματικῆς χάριτος ἀπολαύσας, εἶτα ταύτης ἔρημος μετὰ ταῦτα γεγενημένος. καὶ Σολομῶν δὲ ὡσαύτως εἰρήνης ἀπολαύσας διὰ τὴν θείαν φιλοτιμίαν, μετὰ τὴν παράβασιν ἐγυμνώθη τῆς χάριτος. καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι προφητικῆς ἐπιμελείας διηνεκῶς ἀπολαύσαντες, ἐπὶ τοῦ παρόντος τῆς κηδεμονίας ταύτης ἐστέρηνται. τοῦτο καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκύσι πρὸ βραχέος ἠπείλησεν, “ἐὰν ἐπιμείνῃς,” γάρ φησι, “τῇ χρηστότητι. ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.”