Ancient Greek
11.27.3 to 11.27.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.27.3-4
Not analysed yet
Γενναδίου. Ἤ ταῦτα χαρίσματα ἀμεταμέλητα εἶναι λέγει, ἃ διὰ τοῦ προφήτου ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἰσραὴλ, εἰπὼν, ἤξει ἐκ Σιῶν ο ῥυόμενος, καὶ τὰ ἐξῆς. καὶ κλῆσιν τὴν δία του Κυρίου. Κυρίλλου. Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, γεγόνασιν ἐχθροί. προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν, οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι’ ἐκείνους ἀγαπητοί. ὅμως ἐχθροὶ γεγόνασιν, ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν.