Ancient Greek
Chapter 11, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.3.1.1
Not analysed yet
Χρυσοστόμου. Ἵνα μὴ λέγωσι· τί οὖν ὁ λαὸς, εἰς σέ ; καὶ εἰς τρισχιλίους καὶ πεντακισχιλίους, καὶ μυρίους περιέστη, τὸ σπέρμα ἐκεῖνο τὸ μιμούμενον τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ τὴν ἄμμον τὴν θαλαττίαν. καὶ οὕτως ἡμᾶς ἀπατᾷς, τὸν λαὸν ἅπαντα σαυτῷ τιθείς. καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ, καὶ κεναῖς ἡμᾶς ἐφύσησας ἐλπίσι, τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπελειμμένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης ; ἵν᾿ οὖν μὴ ταῦτα λέγωσιν, ὅρα πῶς διὰ τῶν ἑξῆς τὴν λύσιν ἐπάγει. τὴν μὲν ἀντίθεσιν τιθείς· πρὸ δὲ τῆς ἀντιθέσεως τὴν λύσιν αὐτῆς ἀπὸ παλαιᾶς ἱστορίας κατασκευάζων. τίς οὖν ἡ λύσις ; “οὐκ ἀπώ- “σατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” εἰ γὰρ ἀπώσατο, οὐδένα ἃν ἐδέξατο. εἰ δὲ ἐδέξατο τινὰς, οὐκ ἀπώσατο. καὶ μὴν φησὶ, εἰ μὴ ἀπώσατο, ἅπαντας ἃν ἐδέξατο. οὐδαμῶς. καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας. καὶ νῦν δὲ εἰκὸς πολλοὺς εἶναι τοὺς πεπιστευκότας. εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδέν. ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ἠγνόει. ἀλλ’ ὁ Θεὸς ᾠκονόμει τὰ ἑαυτοῦ, καὶ τοῦ προφήτου ἀγνοοῦντος. Σκόπει δὲ αὐτοῦ τὴν σύνεσιν. πῶς ἐν τῶ κατασκευάζειν τὸ προκείμενον, λανθανόντως τὴν κατηγορίαν αὐτῶν αὔξει. διὰ γὰρ τοῦτο καὶ πάσης ἐμνήσθη τῆς μαρτυρίας, ἵνα αὐτῶν ἐκπομπεύσῃ τὴν ἀσχημοσύνην, καὶ δείξῃ ἄνωθεν ὄντας ἀγνώμονας. εἰ γὰρ μὴ τοῦτο ἤθελεν, ἀλλ’ ἓν δεῖξαι μόνον ἐσπούδαζεν· ὅτι ἐν τοῖς ὀλίγοις ὁ λαὸς, εἶπεν ἃν ὅτι καὶ ἐπὶ Ἠλίᾳ, ἑπτακισχιλίους ὑπελείφθησαν. νυνὶ δὲ ἄνωθεν ἀναγινώσκει τὴν μαρτυρίαν ἅπασαν. πανταχοῦ γὰρ ἐσπούδακε δεῖξαι, οὐδὲν ξένον ποιήσαντας ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν Ἀποστόλων, ἀλλὰ τὰ συνήθη καὶ μεμελετημένα. ἵνα γὰρ μὴ λέγωσιν ὅτι ὡς πλάνον ἀνείλομεν τὸν Χριστὸν, καὶ ὡς ἀπατεῶνας διώκομεν τοὺς Ἀποστόλους, παράγει τὴν μαρτυρίαν τὴν λέγουσαν, “Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου “κατέσκαψαν.” εἶτα ὥστε μὴ ποιῆσαι τὸν λόγον ἐπαχθῆ, ἑτέραν τῇ τῆς μαρτυρίας ἐπαγωγῇ, περιτίθησιν αἰτίαν. οὐ γὰρ ὡς προηγουμένως αὐτῶν κατηγορῆσαι βουλόμενος παράγει, ἀλλ’ ὡς ἕτερά τινα ἀποδεῖξαι σπουδάζων. καὶ ἀποστερεῖ πάσης αὐτοὺς συγγνώμης, καὶ ἀπὸ τῶν ἔμπροσθεν γεγενημένων. ὅρα γὰρ πῶς ἐπιτεταμένη ἡ κατηγορία, καὶ ἀπὸ τοῦ προσώπου γίνεται. οὐδὲ γὰρ Παῦλος ἐστὶν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ἀλλ’ ὁ μάλιστα πάντων παρ’ αὐτοῖς θαυμαζόμενος τῶν προφητῶν. τι οὖν οὗτος φησι ; “Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,” καὶ τὰ ἑξῆς. τι τῆς θηριωδίας ταύτης γένοιτ’ ἄνα. δέον γὰρ παρακαλεῖν ὑπὲρ τῶν ἤδη πλημμεληθέντων. οἱ δὲ, καὶ αὐτὸν ἐβούλοντο ἀνελεῖν. ἅπερ ἅπαντα πάσης ἀπεστέρει συγγνώμης αὐτούς. οὐδὲ γὰρ τοῦ λιμοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενομένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιμόνων καταισχυνθέντων, καὶ τῆς τοῦ Θεοῦ δειχθείσης δυνάμεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλμων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους μεταβαίνοντες, καὶ τοὺς διδασκάλους, τοὺς διορθοῦντας αὐτῶν τὴν γνώμην, ἀναιρουντας. Τί γὰρ ἃν ἔχοιεν εἰπεῖν; μὴ καὶ ἐκεῖνοι πλάνοι; μὴ καὶ ἐκείνους οὐκ ᾔδεσαν πόθεν ἦσαν; ἀλλὰ ἐλύπουν ὑμᾶς, ἀλλὰ καὶ χρηστὰ ἔλεγον. τί δὲ τὰ θυσιαστήρια ; μὴ καὶ αὐτὰ ἐλύπουν ; ὁρᾷς πόσης φιλονεικίας, πόσης ὕβρεως ἐξήνεγκον ἀεὶ δείγματα ;