Ancient Greek
Chapter 11, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.3.2
Not analysed yet
Θεοδωρήτου. Καὶ κατ’ ἐκεῖνον οὖν, φησι, τὸν καιρὸν πολλαὶ μυριάδες ἦσαν τοῦ Ἰσραήλ. καὶ πάντες Ἰσραὴλ ὠνομάζοντο. ἀλλ’ ὁ τῶν ὅλων Θεὸς, τῶν ἑπτακισχιλίων ἑαυτὸν Θεὸν προσηγόρευσε. τοὺς δὲ ἄλλους ἀπεδοκίμασεν ἅπαντας. κατέλιπον γὰρ ἐμαυτῷ ἔφη, ἑπτακισχιλίους ἄνδρας. ὁ μέντοι προφήτης καὶ τοῦτο ἠγνόει. καὶ ἐν αὐτῷ μόνῳ τὰ λείψανα σεσῶσθαι τῆς εὐσεβείας ἐνόμιζεν. οὐδὲν οὖν καινὸν, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε τοὺς ἐξ ὑμῶν τῷ Σωτήρι’ πεπιστευκότας· οὓς λαὸν τῶν ἁπάντων ὁ Κύριος προσαγορεύει καὶ Θεός.