Ancient Greek
Chapter 11, Verse 30
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.30.4
Not analysed yet
Γενναδίου. To τοίνυν “συνέκλεισεν,” ἶσον ἐστὶ τῷ, νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. οὔτε γὰρ ὁ Θεὸς ἀπειθεῖς τούτους ἐποίησεν. ἀλλὰ σωτηρία δέδωκε παραγγέλματα. τῶν δὲ, ἀνομησάντων, τοῦτο ἐκβέβηκεν. οὔτε διὰ τοῦτο τὰ προσ- τάγματα δέδωκεν, ἵνα ἀπειθήσαντας ἑλκύσῃ, ἀλλ’ οὕτω τοῦτο διὰ τὴν ἐκείνων ἀποβέβηκεν ἀπείθειαν. τοῦ δὲ αὐτοῦ τύπου καὶ τἄλλα ὅσα τοιαῦτα τῶν προεκτεθέντων ἐστίν. οἷον, τὸ, “πώρωσις “ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν. ἄχρις οὗ τὸ πλήρωμα τῶν “ἐθνῶν εἰσέλθῃ.” οὐ γὰρ ἵνα σωθῶσιν οἱ ἐθνικοὶ, διὰ τοῦτο τοῦ Ισραὴλ τινὲς ἐπωρώθησαν· ἀλλὰ πωρωθέντων τούτων, ἐκεῖνο καὶ τὸ, “ἠπείθησαν δὲ τῷ ὑμετέρῳ ἐλέει. ἵνα καὶ “αὐτοὶ ἐλεηθῶσι.” καὶ πάντα ὅσα τοιαῦτα, κατὰ τὸν αἰτιατικὸν ἐκδέδοται τρόπον. οὐκ ἔχοντα τὸν νοῦν αἰτιατικόν.