Ancient Greek
Chapter 11, Verse 30
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.30.5
Not analysed yet
Διοδώρου. Καὶ ὥσπερ ἐπὶ τοῦ, “παρέδωκεν αὐτοὺς ὁ Θεὸς “εἰς πάθη ἀτιμίας.” καὶ ἐπὶ τοῦ, “ἐτύφλωσεν ὁ Θεὸς τὰ νοή- “μάτα τῶν ἀπίστων,” οὐχ ὡς τοῦ Θεοῦ κακοποιοῦντος δεχόμεθα τὸν λόγον, ἀλλ’ ὡς συγχωροῦντος τοῖς ἀνθρώποις πράττειν ἃ βούλονται, διὰ τὸ αὐτεξούσιον· οὕτω καὶ νῦν τὸ, “συνέκλεισε” νοητέον, ὅτι τοὺς βουληθέντας ἀπειθεῖν, εἴασεν ἀπειθεῖν. καὶ συγχωρῶν διόλου τῷ ἀνθρώπῳ τὸ ἐφ’ ἑαυτοῦ ἔχειν, πράττειν ὃ βούλεται. συνεχώρησε δὲ ἀπειθεῖν, οὐχ ἵνα κατακρίνῃ παραμείναντας τοῖς ἁμαρτήμασιν. οὐ γὰρ τοῦτο βούλεται· ἀλλ’ ἵνα τῷ χρόνῳ αἰσθομένους ὧν ἁμαρτάνουσι, καὶ μεταγνόντας, ἐλεήσῃ. ἢ καὶ τὸ, “συνέκλεισεν εἰς ἀπείθειαν,” ἀντὶ τοῦ, διήλεγξεν ἀπειθοῦντας ἐστί. καὶ οἷον ἀπέκλεισεν αὐτοῖς πᾶσαν ἀπολογίαν. ἵνα αἴσθωνται ὅτι οὐκ ἐξ ἔργων λοιπὸν, ἀλλ’ ἐκ φιλανθρωπίας Θεοῦ καὶ ἐλέους σώζονται.