Ancient Greek
Chapter 11, Verse 30
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.30.6
Not analysed yet
Χρυσοστόμου. Προτρέπει δὲ τοὺς Ἰουδαίους διὰ τούτων, ἐπὶ τὴν εἰς Χριστὸν πίστιν. καὶ ἄμα καὶ χρηστὰς αὐτοῖς ὑποτείνει ἐλπίδας, καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ. μὴ αἰσχυνθῇς φησὶ, κἂν ἠπείθησας προσελθεῖν· μὴ δ’ ἀπελπίσῃς, ὡς βραδύτερον προσερχόμενος. τεύξῃ προσιὼν καὶ ὀψὲ τοῦ ἐλέους. καὶ γὰρ τὰ ἔθνη κληθέντα ἠπείθησαν πρότερον, ἀλλὰ νῦν ἐπίστευσεν. ἣ οὖν προτροπῆς καὶ παραινέσεως τόπον ἐπέχει τὰ εἰρημένα, ἣ καὶ προφητείας, πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκότων παραθέσεως καὶ μαρτυρίας. τὸ δὲ, “ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,” καὶ “ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει,” φησὶ, οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη, οὐδ’ ὅτι τὸ ἔλεος τῶν ἐθνῶν αἴτιον γέγονε τῆς τῶν Ἰουδαίων ἀπειθείας. ἀλλὰ ταῦτα φησί, δεικνὺς καὶ διδάσκων ὅτι ὁ Θεὸς οὐδέποτε διέλιπε τὸ αὐτοῦ ποιῶν, καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων. κἂν πάλαι μὲν γὰρ ἠπείθησαν τὰ ἔθνη, νῦν δὲ ἀπειθοῦσιν Ἰουδαῖοι, αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν, οὐ διαλιμπάνει. καὶ δῆλον, ἐκ τοῦ, καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους, ἀπειθούντων τῶν ἐθνῶν· καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη, τῶν Ἰουδαίων ἀπειθούντων. καὶ τὸ ἔτι σαφέστερον ὅτι τοὺς Ἰουδαίους κἂν ἠπείθησαν, ἐλεήσει ἔτι. ἅμα δὲ καὶ ἔνδειξις ἐστὶ πρὸς τοὺς Ἰουδαίους, ὅτι κἂν αὐτοί, φησι, ἐξέστητε τῆς πίστεως, μὴ νομίσητε ὅτι ἔλαττόν τι ἔσχεν ἡ πίστις. ὥσπερ γὰρ πάλαι τῶν ἐθνῶν ἐξεστηκότων, οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς Θεὸν θεραπείας· οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων τῆς πίστεως, οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει. ἐσχημάτισε δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα· ἀνεπαχθέστερον τὸν πρὸς τοὺς Ἰουδαίους ἔλεγχον βουλόμενος ποιῆσαι. δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι ταῦτα, ὥστε μὴ μέγα φρονεῖν ὅτι ἐπίστευσαν. ἐλέει γὰρ ὑμεῖς τε πεπιστεύκατε· καὶ οἱ ἀπειθήσαντες, φησὶν, ἐλεηθήσονται καὶ πιστεύσουσιν.