Ancient Greek
Chapter 11, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.33.1
Not analysed yet
Χρυσοστόμου. Ἐνταῦθα ἐπὶ τοὺς προτέρους χρόνους ἐπανελθὼν, καὶ τὴν ἄνωθεν τοῦ Θεοῦ καταμαθὼν οἰκονομίαν, τὴν ἐξ οὗπερ ὁ κόσμος ἐγένετο μέχρι τοῦ παρόντος· καὶ λογισάμενος πῶς ποικίλως ἅπαντα ᾠκονόμησεν, ἐξεπλάγη καὶ ἀνεβόησε· πιστούμενος τοῖς ἀκούουσιν, ἅπερ εἶπεν ὅτι πάντως ἔσται. οὐ γὰρ αν ἐβόησε καὶ ἐξεπλάγη, εἰ μὴ πάντως ἔμελλεν ἔσεσθαι τοῦτο. καὶ ὅτι μὲν βάθος ἐστὶν, οἶδε. πόσον δὲ, οὐκ οἶδε. θαυμάζοντος γάρ ἐστιν ἡ ῥῆσις· οὐκ εἰδότος τὸ πᾶν. θαυμάσας δὲ καὶ ἐκπλαγεὶς τὴν χρηστότητα κατὰ τὸ ἐγχωροῦν αὐτῷ, διὰ δύο τῶν ἐπιτατικῶν ὀνομάτων αὐτὴν ἐνεκήρυξε, τοῦ πλούτου καὶ τοῦ βάθους· καὶ ἐξεπλάγη, ὅτι καὶ ἠθέλησε καὶ ἴσχυσε ταῦτα. καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατεσκεύασεν, “ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.” οὐ γὰρ μόνον καταλειφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ’ οὐδὲ ἐρευνηθῆναι. “καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.” τουτέστιν, αἱ αἰκονομίαι. καὶ γὰρ αὗται οὐ μόνον γνωσθῆναι, ἀλλ’ οὐδὲ ζητηθῆναι δύνανται. οὐδὲ γὰρ ἐγώ, φησιν, ἔγνων ἅπαντα, ἀλλὰ μέρος μικρὸν, οὐ τὸ πᾶν. μόνος γὰρ αὐτὸς οἶδε τὰ αὐτοῦ σαφῶς. διὸ καὶ ἐπήγαγε, “τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἣ τίς σύμβουλος “αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται “αὐτῷ ;” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὅτι οὕτω σοφὸς ὢν, παρ’ ἑτέρου σοφός ἐστιν, ἀλλ’ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν. καὶ τοσαῦτα ἐργασάμενος καὶ χαρισάμενος ἡμῖν, οὐ παρ’ ἑτέρου δανεισάμενος, ταῦτα ἔδωκεν, ἀλλ’ οἴκοθεν ἀναβλύσας. οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς εἰληφώς τι παρ’ αὐτοῦ, ἀλλ’ αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν. τοῦτο γὰρ μάλιστά ἐστι πλούτου, τὸ καὶ ὑπερχεῖσθαι καὶ μὴ δεῖσθαι ἑτέρου. διὸ καὶ ἐπήγαγεν, “ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.” αὐτὸς εὗρεν· αὐτὸς ἐποίησεν· αὐτὸς συγκρατεῖ. καὶ γὰρ καὶ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ’ ἑτέρου λαβεῖν· καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. τί λέγω συμβούλου; οὐδὲ εἰδέναι τίς δύναται τὰ αὐτοῦ, ἀλλ’ ἢ μόνος αὐτὸς ὁ πλούσιος καὶ σοφός. καὶ γὰρ πολλοῦ πλούτου, τὸ τοὺς ἐξ ἐθνῶν εὐπόρους οὕτω ποιῆσαι· καὶ πολλῆς σοφίας, τὸ τοὺς Ἰουδαίων καταδεεστέρους, Ἰουδαίων κατασκευάσαι διδασκάλους. εἶτα ἐπειδὴ ἐξεπλάγη, καὶ εὐχαριστίαν ἀναφέρει, λέγων, “αὐτῷ ἡ δόξα εἰς αἰῶνας, ἀμήν.” ὅταν γάρ τι τοιοῦτον λέγῃ μέγα καὶ ἄπορον, θαυμάζων εἰς δόξαν καταλήγει. τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ἐποίησε. καὶ γὰρ ἐκεῖ θαυμάσας αὐτὸ δὴ τοῦτο ὅπερ καὶ ἐνταῦθα, ἐπήγαγεν, “ἐξ ὧν ὁ Χριστὸς “τὸ κατὰ σάρκα. ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοῦς “αἰῶνας, ἀμήν.” Ὣ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ.