Ancient Greek
Chapter 11, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.33.2.1
Not analysed yet
Θεοδωρώτου. Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς ταῦτα προέγνω. καὶ προγνοὺς, σοφῶς ᾠκονόμησε. καὶ οἰκονομῶν, τῆς φιλανθρωπίας τὸν πλοῦτον ὑπέδειξε. πρὸς τὰ τρία δὲ ταῦτα, τρία τέθεικε. τὸ μὲν “τίς ἔγνω νοῦν Κυρίου ; “πρὸς τὴν γνῶσιν. τὸ δὲ “τίς σύμβου- “λος αὐτοῦ ἐγένετο ; “πρὸς τὴν σοφίαν. τὸ δὲ, “τίς προέδωκεν “αὐτῷ ”πρὸς τὸν πλοῦτον. οὕτω γὰρ ἀμέτρητος ὁ τῆς ἀγαθότητος πλοῦτος, ὅτι καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δέδωκε· καὶ τοῖς γεγονόσι τὸ εὖ εἶναι χαρίζεται. καὶ οὐκ ἀντιδίδωσιν, ἀλλὰ δίδωσι τὰ ἀγαθά. φιλάνθρωπος δὲ ὣν, ἀντίδοσιν τὴν δόσιν καλεῖ. “ὅτι “ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.” αὐτὸς γὰρ τὰ πάντα πεποίηκεν. αὐτὸς τὰ γεγονότα διατελεῖ κυβερνῶν. εἰς αὐτὸν ἀφορᾶν ἅπαντας προσήκει. ὑπὲρ μὲν τῶν ὑπαρξάντων, χάριν ὁμολογοῦντας. αἰτοῦντας δὲ, τὴν ἔπειτα προμήθειαν. αὐτῷ δὲ χρὴ καὶ τὴν προσήκουσαν ἀναπέμπειν δοξολογίαν. ἔδειξε δὲ διὰ τούτων ὁ θεῖος Ἀπόστολος, ὡς οὐκ οἶδε τῆς ἐξ οὗ προθέσεως καὶ τῆς δι’ οὗ, διαφοράν. καὶ τὴν μὲν, ὡς μεῖζον τί σημαίνουσαν, προσήκουσαν τῷ Πατρί· τὴν δὲ, ὡς ἔλαττόν τι διδάσκουσαν, προσήκουσαν τῷ Υἱῷ. ἀμφοτέρας γὰρ, ἐφ’ ἑνὸς προσώπου τέθεικεν. ὅπερ εἴτε Πατρὸς εἴποιεν εἶναι οἱ τὰ Ἀρείου φρονοῦντες καὶ Εὐνομίου, εὑρήσουσι τῇ ἐξ οὗ, καὶ τὴν δι’ οὗ συζευγνυμένην. εἴτε τῷ Υἱῷ προσαρμόσαιεν, ὄψονται τῇ δι’ οὗ, δαὶ τὴν ἐξ οὗ συνημμένην. εἰ δὲ ἡ μὲν ἐξ οὗ, μεῖζον τι σημαίνει, ἡ δὲ δι’ οὗ, τὸ ἔλαττον, ἀμφότερα δὲ ἐφ’ ἑνὸς κεῖται προσώπου, αὐτὸς ἄρα ἑαυτοῦ μείζων μὲν διὰ τὴν ἐξ οὑ, ἐλάττων δὲ διὰ τὴν δι’ οὗ, εἰκότως ἃν νοηθείη. Βασιλείου ἐκ τῶν ἀντιρρητικῶν. Ὅτι δὲ τὸ ἐξ οὗ καὶ τὸ δι’ οὗ ἀλλήλοις οὐκ ἀντιτάσσονται, οὐδ’ ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον τάξιν ἀποκριθέντα συνεκπολεμοῦσι τὰς φύσεις, αἷς προσεχώρησαν, ἐκεῖθεν δῆλον. συνήγαγεν ἀμφότερα ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου ὁ μακάριος Παῦλος, εἰπὼν, “ἐξ αὐτοῦ, καὶ δι’ “αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.” τοῦτο δὲ προδήλως εἰς τὸν Κύριον φέρειν πᾶς τις ἃν εἴποι, ὁ καὶ μικρὸν τῷ βουλήματι τῆς λέξεως ἐπιστήσαι. προτάξας γὰρ ὁ Ἀπόστολος ἐκ τῆς προφητείας τοῦ Ἡσαΐου, ὅτι “τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ “ἐγένετο ;” ;” ἐπήγαγε τὸ “ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ “τὰ πάντα.” ἅπερ ὅτι περὶ Θεοῦ Λόγου, τοῦ δημιουργοῦ πάσης τῆς κτίσεως εἴρηται τῷ προφήτῃ, ἐκ τῶν κατόπιν ἂν μάθοις. “τίς “ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν “τὴν γῆν δρακί; τίς ἔστησε τὰς νάπας ζυγῷ, καὶ τὰ ὄρη σταθμῷ; “τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο ;” τὸ γὰρ “τίς” ἐνταῦθα, οὐ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ. ὡς ἐπὶ τοῦ, “τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους ;” καὶ, “τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν ; “καὶ, “τίς ἀναβήσεται εἰς τὸ ὄρος Κυρίου; οὕτω δὴ καὶ ἐνταῦθα ἐστὶ, τίς ὁ εἰδὼς ’τον νοῦν τοῦ Κυρίου, καὶ τῆς βουλῆς αὐτοῦ κοινωνός. “ὁ γὰρ Πατὴρ “ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ.” οὗτός ἐστιν ὁ συνέχων τὴν γῆν καὶ περιδεδραγμένος αὐτῆς· ὁ εἰς τάξιν πάντα καὶ διακόσμησιν ἀγαγών· καὶ ὄρεσιν ἰσορροπίαν, καὶ ὕδασι μέτρα, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν οἰκείαν τάξιν ἀποκληρώσας. ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆς ὅλης αὐτοῦ δυνάμεως περιέχων· ἣν σπιθαμὴν τροπικῶς ὁ προφήτου λόγος ὠνόμασεν. ὅθεν οἰκείως ἐπήγαγεν ὁ Ἀπόστολος τὸ “ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.” ἐξ αὐτοῦ γὰρ τοῖς οὖσιν ἡ αἰτία τοῦ εἶναι, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. δι’ αὐτοῦ τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις, του κτίσαντος τὰ πάντα, καὶ τὰ πρὸς σωτηρίαν ἑκάστῳ τῶν γινομένων ἐπιμετροῦντος. διὸ δὴ καὶ εἰς αὐτὸν ἐπέστραπται ἅπαντα· ἀσχέτῳ τινὶ πόθῳ καὶ ἀρρήτῳ στοργῇ πρὸς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ χορηγὸν ἀποβλέποντα, κατὰ τὸ γεγραμμένον, “οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν. Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται οἱ τὰ Ἀρείου φρονοῦντες, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν; εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς εἰρῆσθαι φωνὰς, τὴν ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν, ἀνάγκη πᾶσα προσοικειοῦν τῷ Θεῷ καὶ Πατρί. ἐκ δὲ τούτου, προδήλως αὐτοῖς διαπεσεῖται τὸ παρατήρημα. εὑρίσκεται γὰρ οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι’ οὗ, τῷ Πατρὶ προσαγόμενον. ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τι δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσι τῷ Θεῷ καὶ Υἱῷ; εἰ δὲ πάντως ἐστὶ διακονίας δηλωτικὸν, ἀποκρινέσθωσαν ἡμῖν, ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Κυρίου, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ’ ἑαυτῶν περιτρέπονται· ἡμῖν δὲ ἑκατέρωθεν τὸ ἰσχυρὸν φυλαχθήσεται. ἐάν τε γὰρ νικήσῃ περὶ τοῦ Υἱοῦ εἰναι τὸν λόγον, εὑρεθήσεται τὸ ἐξ οὗ, τῷ Υἱῷ προσαρμόζον. ἐὰν δέ τις φιλονεικῇ ἐπὶ τὸν Θεὸν ἀνα- φέρειν τοῦ προφήτου τὴν λέξιν, πάλιν τὴν δι’ οὗ φωνὴν, τῷ Θεῷ πρέπειν δώσει. καὶ τὴν ἴσην ἕξει ἀξίαν ἑκάτερα τῷ κατὰ τὸν ἶσον λόγον ἐπὶ Θεοῦ παρειλῆφθαι. καὶ οὕτω κἀκείνως ὁμότιμοι ἀλλήλοις ἀναφανήσονται, ἐφ’ ἑνὸς προσώπου καὶ τοῦ αὐτοῦ τεταγμένα. Γρηγορίου τοῦ θεολόγου ἐκ. **Κἂν τοίνυν λέγωμεν, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα· τὸ ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ, οὐ φύσεις τέμνουσιν. οὐδὲ γὰρ ἃν μετέπιπτον αἱ προθέσεις ἣ αἱ τάξεις τῶν ὀνομάτων, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας. καὶ τοῦτο δῆλον ἐξ ὧν συνάγονται πάλιν, εἴ τῷ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ Ἀποστόλῳ, τὸ “ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. ‘αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν ταύτην λατρείαν ὑμῶν.