Ancient Greek
Chapter 11, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.5.1
Not analysed yet
Χρυσοστόμου. Δείκνυται ἐντεῦθεν ὅτι τοὺς ἀξίους ὁ Θεὸς ἀεὶ σώζειν εἴωθεν· κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη ἦ. ὃ καὶ ἄνωθεν ἔδειξε, δι’ ὧν ἔλεγεν, “ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν “Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης.” καὶ “εἰ μὴ Κύριος Σαβαὼθ “ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν.” ὅρα δὲ ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην ἐμφαίνουσαν. τῷ μὲν γὰρ εἰπεῖν ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιμήν. τῷ δὲ εἰπεῖν “χάριτος,” ἔδειξε τὴν τοῦ Θεοῦ δωρεάν.