Ancient Greek
Chapter 11, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.5.2
Not analysed yet
Θεοδωρήτου. Ὥσπερ γάρ, φησιν, τότε ἀπὸ μυριάδων ἀπείρων ἑπτακισχίλιοι κατελείφθησαν μόνοι τῆς ἀσεβείας ἐλεύθεροι· οὕτω καὶ νῦν πλείους μὲν οἱ ἀπιστήσαντες, ἐλάττους δὲ οἱ πιστεύσαντες, καὶ τῆς θείας χάριτος ἀπολαύσαντες. Γενναδίου. Οὐδὲν οὖν ὡς ἔοικε καινὸν οὐδὲ ἐν τῷ παρόντι γεγένηται. λειψάνου τινὸς κατὰ χάριν ἐκλεγέντος καὶ νῦν, ἐκ τοῦ παντὸς γένους ὑμῶν. ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον, οὐδ’ ἃν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου Θεοῦ, τουτέστι, μὴ θείας χάριτος αὐτοὺς ἐπὶ τῆς γνώμης τῆς εὐσεβοῦς φυλαττούσης, οὕτως οὕτως καὶ νῦν.