Ancient Greek
Chapter 11, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.7.1
Not analysed yet
Κυρίλλου. Ἔφη μὲν ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. ἐπειδὴ δὲ ἦν εἰκὸς ἀνταναστῆναι τινὰς ἐκεῖνό που πάντως προισχομένους καὶ λέγοντας, καίτοι πῶς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, εἴπερ ἀπώλισθεν Ἰσραὴλ εἰ καὶ μὴ εἰσάπαν ὁλοτελῶς, ἀλλ’ οὖν ὡς ἐν μοίρᾳ; λεῖμμα γὰρ σέσωσται· καὶ τοῦτο κατ’ ἐκλογήν. ὑπ’ αὐτοῦ δὴ καὶ μάλα ἐμφρόνως. καὶ φησὶν, “τι οὖν ”τουτέστι, τί οὖν περὶ τούτου φημί; “ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου “οὐκ ἐπέτυχεν. ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.” ἐπιζητεῖ μὲν γὰρ ὁ Ἰσραὴλ τὴν ἐκ νόμου δικαίωσιν. εἶτα πῶς ἦν αὐτὸν δικαιοῦσθαι φησὶν, τετελειωκότος οὐδένα τοῦ νόμου· οὐκοῦν τὴν διὰ τύπου δικαίωσιν ἐπιζητεῖ μὲν ὁ Ἰσραήλ· οὐκ ἐπέτυχε δέ. ἀλλ’ οἱ γε ἀπολογάδην καὶ τῶν ἄλλων ἐξῃρημένοι, διὰ τὸ εὐπειθὲς ἐπέτυχον. δεδικαίωνται γὰρ διὰ πίπτεως. πεπώρωνται δὲ οἱ λοιποί. τουτέστιν οἱ σκληροὶ τε καὶ ἀνουθέτητοι.