Ancient Greek
Chapter 11, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.7.2
Not analysed yet
Θεοδωρήτου. Εἰς μὲν οὖν τὸ, “τι οὖν ;” ὑποστικτέον. κατ’ ἐρώτησιν γὰρ κεῖται. ἀντὶ τοῦ, τι τοίνυν ἔστιν εἰπεῖν ; εἶτα, κατὰ ἀπόκρισιν τὰ λοιπά. ἐκλογὴν δὲ, τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ. λέγων ὅτι ὁ Ἰσραὴλ τῷ νόμῳ προστετηκὼς, διήμαρτε τοῦ σκοποῦ. παρανόμως γὰρ νῦν φυλάττει τὸν νόμον, καὶ δικαιοσύνην οὐδεμίαν καρποῦται. οἱ δὲ ἐξ αὐτῶν πεπιστευκότες, ἐπέτυχον. οἱ δὲ λοιποὶ ἐπωρώθησαν. ἀντὶ τοῦ, σκληροτέραν ἡ ἀπιστία τὴν καρδίαν αὐτῶν εἰργάσατο.