Ancient Greek
Chapter 11, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.7.4
Not analysed yet
Θεοδώρου Μονάχου. Τί οὖν φησίν; ἀντὶ τοῦ, τι οὖν ἐκ τῶν προειρημένων ἡμῖν τὸ συναγόμενον; ἐν οἷς τῶν τε ἠπιστηκότων κατηγορήσαμεν, καὶ τοὺς πεπιστευκότας δικαιότατα τὴν τῶν δογμάτων ἀλήθειαν προτετιμηκότας ἐδείξαμεν; “ὃ ἐπιζητεῖ Ἰσραὴλ, “τούτου οὐκ ἐπέτυχεν.” ὅτι τοῖς Ἰσραηλίταις τυχεῖν οὐκ ἐγένετο τούτου, ὃ δὴ ζητεῖν δοκοῦσιν. ἵνα εἴπῃ τῆς δικαιοσύνης. ὅμοιον γάρ ἐστι τῷ “Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον “δικαιοσύνης οὐκ ἔφθασε.” λείπει δὲ τὸ, πάντες. ἵνα ἦ, τούτου πάντες οὐκ ἐπέτυχον. ἐπάγει γὰρ, “ἡ δὲ ἐκλογὴ ἐπέτυχεν. οἱ δὲ “λοιποὶ ἐπωρώθησαν.” ἵνα εἴπῃ, ἔτυχον μὲν τῆς δικαιώσεως οἱ τῆς ἐκλογῆς, ἀπὸ τοῦ ἰδίου τρόπου νομισθέντες ἄξιοι. οἱ δὲ λοιποὶ πάντες ἀπεβλήθησαν διὰ τὴν αὐτῶν κακίαν.