Ancient Greek
Chapter 11, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.7.3
Not analysed yet
Χρυσοστόμου. Τὸ τοίνυν ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, οὐκ ἐρωτῶντος μᾶλλον ἐστὶν ἢ ἐγκαλοῦντος. ἑαυτῷ γὰρ μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην ἣν οὐ οὐ b βούλεται λαβεῖν. εἰτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώμης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωμοσύνην. ἡ γὰρ ἐκλογὴ, φησὶ, ἐπέτυχε. κἀκεῖνοι τούτους κατακρινοῦσιν. ὅπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν, “εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια. οἱ υἱοὶ “ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο κριταὶ αὐτοὶ ὑμῶν ἔσονται.’ ἵνα γὰρ μηδεὶς τῇ τοῦ πράγματος ἐγκαλῇ φύσει, ἀλλὰ τῇ ἐκείνων γνώμῃ, δείκνυσι καὶ τοὺς ἐπιτυχόντας. διὸ καὶ σφόδρα ἐμφαντικῶς τῇ λέξει κέχρηται· καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύμενος. οὐδὲ γὰρ ἵνα ἀνέλῃ τὸ αὐτεξούσιον, φησὶν, ὅτι ἐπέτυχον. ἀλλ’ ἵνα δηλώσῃ τῶν ἀγαθῶν τὸ μέγεθος. καὶ ὅτι πλέον τῆς χάριτος ἦν, οὐ τὸ πᾶν. καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα ἐπέτυχεν· ὁ δεῖνα εὗρεν. ὅταν πολὺ κέρδος ᾖ τὸ γινόμενον. οὐ γὰρ ἀνθρωπίνοις νόμοις c ἀλλὰ θείᾳ δωρεᾷ τὸ πλέον γέγονεν. “οἱ δὲ λοιποὶ,” φησὶν, “ἐπωρώθησαν.” ὅρα πότε ἐθάρρησεν εἰπεῖν οἰκείᾳ φωνῇ τὴν τῶν λοιπῶν ἐκβολήν· εἶπε μὲν γὰρ αὐτὴν καὶ ἤδη· ἀλλὰ τοὺς προφήτας εἰσάγων κατηγοροῦντας. ἐνταῦθα δὲ καὶ ὁ αὐτὸς λοιπὸν ἀποφαίνεται.