Ancient Greek
Chapter 11, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.8.1
Not analysed yet
Χρυσοστόμου. Ἀποφηνάμενος ὅτι ἐπωρώθησαν, οὐδὲ ἐνταῦθα ἀρκεῖται τῇ οἰκείᾳ ἀποφάσει, ἀλλὰ πάλιν τὸν προφήτην Ἠσαίαν ἐπήγαγε. πόθεν δὲ ἡ πώρωσις αὕτη; εἶπε μὲν καὶ ἔμπροσθεν τὰς αἰτίας. καὶ τὸ πᾶν εἰς τὴν αὐτῶν περιέτρεψε κεφαλήν· δεικνὺς ὅτι ἐξ ἀκαίρου φιλονεικίας ὑπέμειναν. λέγει δὲ καὶ νῦν. ὅταν γὰρ εἴπῃ “ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν,” οὐδὲν ἕτερον ἣ τὴν γνώμην αὐτῶν τὴν φιλόνεικον διαβάλλει. καὶ γὰρ ὀφθαλμοὺς ἔχοντες ὥστε ἰδεῖν τὰ θαύματα, καὶ ὦτα κεκτημένοι ὥστε ἀκοῦσαι τῆς θαυμαστῆς ἐκείνης διδασκαλίας, οὐδενὶ τούτων εἰς δέον ἐχρήσατο. τὸ δὲ “ἔδωκεν” ἐνταῦθα μὴ ἐνέργειαν εἶναι νόμιζε, ἀλλὰ συγχώρησιν. κατάνυξιν δὲ ἐνταῦθα, τὴν ἐπὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμεταθέτως. ἐπεὶ καὶ ἀλλαχοῦ φησὶ ὁ Δαβὶδ, “ὅπως ἃν ψάλλῃ σοι ἡ “δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.” τουτέστιν, οὐ μὴ μεταστῶ, μὴ μεταβληθῶ. ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένος οὐκ ἂν εὐκόλως μεταστῇ, οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶς πάλιν, οὐκ ἃν ῥᾳδίως μεταβάλοιτο. κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἣ τὸ ἐμπαγῆναί που καὶ προσηλῶσθαι. τὸ τοίνυν ἀνίατον αὐτῶν καὶ δυσμετάθετον τῆς γνώμης δηλῶν, “πνεῦμα κατανύξεως” εἶπεν.